Ancient Greek · ~2 min
Section 43
Agathias Scholasticus, Epigrammata 43
Not analysed yet
43. (VII, 552.) “Ὦ ξένε, τι κλαίεις; β διὰ σὸν μόρον. ἁ οἶσθα τις εἰμι; β οὐ μὰ τόν· ἀλλ’ ἔμπης οἰκτρὸν ὁρῶ τὸ τέλος. ἐσσι δέ τίς; α Περίκλεια· β γυνὴ τίνος; α ἀνδρὸς ἀρίστου, ῥήτορος ἐξ Ἀσίης, οὔνομα Μεμνονίου. β πῶς δέ σε βοσπορίη κατέχει κόνις; ἁ εἴρεο Μοῖραν, ἥ μοι τῆλε πάτρης ξεῖνον ἔδωκε τάφον. β Παῖδα λίπες; α τριέτηρον, ὃς ἐν μεγάροισιν ἀλύων ἐκδέχεται μαζῶν ἡμετέρων σταγόνα. β αἴθε καλῶς ζώοι. ἁ ναὶ ναὶ, φίλος, εὔχεο κείνῳ, ὄφρα μοι ἡβήσας δάκρυ φίλον σταλάοι.