Ancient Greek · ~1 min
Section 51
Agathias Scholasticus, Epigrammata 51
Not analysed yet
51. (VII, 589.) Μηδὲν ἀπαγγείλειας ἐς Ἀντιόχειαν, ὁδῖτα, μὴ πάλιν οἰμώξῃ χεύματα Κασταλίης. οὕνεκεν ἐξαπίνης Εὐστόργιος ἔλλιπε μοῦσαν, θεσμῶν τ’ Αὐσονίων ἐλπίδα μαψιδίην, ἑβδόματον δέκατόν τε λαχὼν ἔτος· ἐς δὲ κονίην ἠμείφθη κενεὴν εὔσταχυς ἡλικίη. χαἰ τὸν μὲν κατέχει χθόνιος τάφος, ἀντὶ δ’ ἐκείνου οὔνομα καὶ γραφίδων χρώματα δερκόμεθα.