Ancient Greek · ~1 min
Section 50
Agathias Scholasticus, Epigrammata 50
Not analysed yet
50. (VII, 583.) Ἄβαλε μηδ’ ἐγένοντο γάμοι, μὴ νυμφία λέκτρα, οὐ γὰρ ἂν ὠδίνων ἐξεφάνη πρόφασις. νῦν δ’ ἡ μὲν τριτάλαινα γυνὴ τίκτουσα κάθηται, γαστρὶ δὲ δυσκόλπῳ νεκρὸν ἔνεστι τέκος· τρισσὴ δ’ ἀμφιλύκη δρόμον ἤνυσεν, ἐξότε μίμνει τὸ βρέφος ἀπρήκτοις ἐλπίσι τικτόμενον. κούφη σοὶ τελέθει γαστὴρ, τέκος, ἀντὶ κονίης· αὑτὴ γάρ σε φέρει, καὶ χθονὸς οὐ χατέεις.