Ancient Greek · ~1 min
Section 54
Agathias Scholasticus, Epigrammata 54
Not analysed yet
54. (VII, 596.) Ἐπὶ Θεοδότῳ τῷ γαμβρῷ, ἐπ᾿ ἐχθρὰ τῆς ἰδίας γαμέτης. Ναὶ μὰ τὸν ἐν γαίη πύματον δρόμον, οὕτ᾿ ἔμ’ ἔστυγεν, οὔτ’ αὐτὸς Θεόδοτος Εὐγενίης ἐχθρὸς ἑκὼν γενόμην. ἀλλὰ φθόνος ἠέ τις ἄτη ἡμέας ἐς τόσσην ἤγαγεν ἀμπλακίην. νῦν δ’ ἐπὶ Μινῴην καθαρὴν κρηπῖδα μολόντες, ἀμφότεροι λευκὴν ψῆφον ἐδεξάμεθα.