Ancient Greek · ~2 min
Section 55
Agathias Scholasticus, Epigrammata 55
Not analysed yet
55. (VII, 602.) Εὐστάθιε, γλυκερὸν μὲν ἔχεις τύπον· ἀλλά σε κηρὸν δέρκομαι, οὐδ’ ἔτι σοι κεῖνο τὸ λαρὸν ἔπος ἔζεται ἐν στομάτεσσι· τεὴ δ’ εὐάνθεμος ἥβη αἲ αἰ, μαψιδίη νῦν χθονός ἐστι κόνις. πέμπτου καὶ δεκάτου γὰρ ἐπιψαύσας ἐνιαυτοῦ, τετράκις ἓξ μούνους ἔδρακες ἠελίους οὐδὲ τεοῦ πάππου θρόνος ἤρκεσεν, οὐ γενετῆρος ὄλβος· πᾶς δὲ τεὴν εἰκόνα δερκόμενος τὴν ἄδικον Μοῖραν καταμέμφεται, οὕνεκα τοίην, ἆμέγα νηλειὴς, ἔσβεσεν ἀγλαΐην.