Ancient Greek · ~2 min
Section 60
Agathias Scholasticus, Epigrammata 60
Not analysed yet
60. (IX, 155.) Εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς, ξένε, μή με γελάσσῃς· οὐ γὰρ ἐμοὶ μούνῃ ταῦτα τέλεσσε τύχη. εἰ δέ τις ἐξ Ασίης, μὴ πένθεε· Δαρδανικοῖς γὰρ σκήπτροις Αἰνεαδῶν πᾶσα νένευκε πόλις. εἰ δὲ θεῶν τεμένη, καὶ τείχεα, καὶ ναετῆρας ζηλήμων δηίων ἐξεκένωσεν ἄρης, εἰμὶ πάλιν βασίλεια· σὺ δ’, ὦ τέκος, ἄτρομε Ῥώμη, βάλλε γᾶν Ἑλλήνων σῆς ζυγόδεσμα δίκης.