Ancient Greek · ~1 min
Section 61
Agathias Scholasticus, Epigrammata 61
Not analysed yet
61. (IX, 154.) Ἱλήκοις, πολιοῦχε, σὲ μὶν χρυσαυγέι· νηῷ, ὡς θέμις, ἡ τλήμων Ἴλιος ἠγασάμην. ἀλλὰ σύ με προλέλοιπας ἑλώριον· ἀντὶ δὲ μήλου πᾶσαν ἀπεδρέψω τείχεος ἀγλαίην. ἄρκιον ἦν θνήσκειν τὸν βουκόλον· εἰ γὰρ ἄθεσμος ἔπλετο, τῆς πάτρης οὐκ ἀλίτημα τόδε.