Ancient Greek
Section 63
Agathias Scholasticus, Epigrammata 63
Not analysed yet
63. (IX, 442.) Γριπεύς τις μογέεσκεν ἐπ’ ἰχθύσι· τὸν δ’ ἐσιδοῦσα εὐκτέανος κούρη θυμὸν ἔκαμνε πόθῳ, καί μιν θῆγε σύνευνον. ὁ δ’ ἐκ βιότοιο πενιχροῦ δέξατο παντοίης ὄγκον ἀγηνορίης. ἡ δὲ Τύχη γελόωσα παρίστατο, καὶ ποτὶ Κύπριν, „οὐ τεὸς οὗτος ἀγὼν, ἀλλ’ ἐμός ἐστιν” ἔφη.