Ancient Greek · ~1 min
Section 62
Agathias Scholasticus, Epigrammata 62
Not analysed yet
62. ΙΧ, 204.) Μή με τὸν Αἰάντειον ἀνοχμάσσειας, ὁδῖτα, πέτρον, ἀκοντιστὴν στήθεος Ἑκτορέου. εἰμὶ μέλας τρηχύς τε· σὺ δ’ εἴρεο θεῖον Ὅμηρον, πῶς τὸν Πριαμίδην ἐξεκύλισα πέδῳ, νῦν δὲ μόλις βαιόν με παροχλίζουσιν ἀρούρης ἄνθρωποι, γενεῆς αἴσχεα λευγαλέης· ἀλλά μέ τις κρύψειεν ὑπὸ χθονός· αἰδέομαι γὰρ παίγνιον οὐτιδανοῖς ἀνδράσι γιγνόμενος.