Ancient Greek · ~1 min
Section 65
Agathias Scholasticus, Epigrammata 65
Not analysed yet
65. (IX, 619) Εἰς λουτρὸν έν Βυζαντίῳ ἔχον Ἀφροδίτην λουομένην. Νῦν ἔγνων, Κυθέρεια, πόθεν νίκησας ἀγῶνα, τὴν πρὶν Ἀλεξάνδρου ψῆφον ὑφαρπαμένη. ἐνθάδε γὰρ τέγγουσα τεὸν δέμας, εὗρες ἐλέγξαι Ἥρην Ἰναχίοις χεύμασι λουσαμένην. νίκησεν τὸ λοετρόν· ἔοικε δὲ τοῦτο Παλλάς· ἐνικήθην ὕδασιν, οὐ Παφίῃ.”