Ancient Greek
Section 66
Agathias Scholasticus, Epigrammata 66
Not analysed yet
66. (IX, 63 1.) Εἰς τὰ θερμὰ τὰ Ἀγαμεμνόνια έν Σμύρνη. Χῶρος ἐγὼ Δαναοῖς μεμελημένος, ἔνθα μολόντες τῆς Ποδαλειρείης ἐξελάθοντο τέχνης. ἔλκεα γὰρ μετὰ δῆριν ἐμοῖς ἀκέσαντο ῥεέθροις, βαρβαρικῆς λόγχης ἰὸν ἀπωσάμενοι. ἔνθεν ἀε· ξήθην ὀροφηφόρος· ἀντὶ δὲ τίμης τὴν Ἀγαμεμνονέην εὗρον ἐπωνυμίην.