Ancient Greek
Section 68
Agathias Scholasticus, Epigrammata 68
Not analysed yet
68. (IX, 642.) Εἰς σωτήρια έν Μυρίνῃ ἐκ προαστείῳ. Πᾶν τὸ βροτῶν σπατάλημα καὶ ἡ πολύολβος ἐδωδὴ ἐνθάδε κρινομένη τὴν πρὶν ὄλεσσε χάριν. οἱ γὰρ φασιανοί τε καὶ ἰχθύες, αἵ τ’ ὑπὲρ ἴγδιν τρίψιες, ἥ τε τόση βρωματομιξαπάτη, γίγνεται ἐνθάδε κόπρος· ἀποσσεύει δ’ ἄρα γαστὴρ ὁππόσα πειναλέη δέξατο λαυκανίη. ὀψὲ δὲ γιγνώσκει τις, ὅτ’ ἄφρονα μῆτιν ἀείρων χρυσοῦ τοσσατίου τὴν κόνιν ἐπρίατο.