Ancient Greek · ~1 min
Section 67
Agathias Scholasticus, Epigrammata 67
Not analysed yet
67. (IX, 641.) Εἰς γέφυραν τοῦ Σαγγαρίου. Καἰ σὺ μεθ᾿ Ἑσπερίην ὑψαύχενα, καὶ ἔθνεα, καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην, Σαγγάριε, κρατερῇσι ῥοὰς ἀψῖσι πεδηθεὶς, αὐτὸς ἐδουλώθης κοιρανικῇ παλάμῃ. ὁ πρὶν δὲ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρὴς, κεῖσαι λαϊνέῃ σφιγκτὸς ἀλυκτοπέδῃ.