Ancient Greek · ~2 min
Section 70
Agathias Scholasticus, Epigrammata 70
Not analysed yet
70. (IX, 644.) Εἰς τὸ αὐτο. Εὖγε μάκαρ τλήθυμε γεωπόνε· σοὶ βίος αἰεὶ μίμνειν καὶ σκαπάνης ἄλγεα καὶ πενιης· λιτὰ δέ σοι κὼ δεῖπνα, καὶ ἐν ξυλόχοισι καθεύδεις, ὕδατος ἐμπλήσας λαιμὸν ἀμετροπότην. ἔμπης ἀρτίπος ἐσσι, κω ἐνθάδε βαιὰ καθεσθεὶς αὐτίκα γαστέρα σὴν θῆκας ἐλαφροτάτην. οὐδὲ καταψήχεις ἱερὴν ῥάχιν, οὐδέ τι μηροὺς τύπτεις, αὐτομάτως φόρτον ἀπωσάμενος. τλήμονες οἱ πλουτοῦντες, ἰδ’ οἱ κείνοισι συνόντες, οἶς πλέον ἀρτεμίης εὔαδεν εἰλαπίνη.