Ancient Greek
Section 71
Agathias Scholasticus, Epigrammata 71
Not analysed yet
71. (IX, 653.) Εἰς οἶκον κείμενον ἐν ὕψει έν Βυζαντίῳ. „Τῆς ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν” ἔννεπεν Ἀσκραῖος, δῶμα τόδε προλέγων, κλίμακα γὰρ ταναὴν περόων κεκαφηότι ταρσῷ, ἱδρῶτι πλαδαρὴν ἀμφεδίηνα κόμην· ὑψόθι δ᾿ εἰσενόησα θαλασσαίην περιωπήν. ναὶ τάχα τῆς Ἀρετῆς πιστότατος θάλαμος.