Ancient Greek
Section 72
Agathias Scholasticus, Epigrammata 72
Not analysed yet
72. (IX, 662.) Χῶρος ἐγὼ τοπρὶν μὲν ἔην στυγερωπὸς ἰδέσθαι, πηλοδόμοις τοίχοις ἀμφιμεριζόμενος· ἐνθάδε δὲ ξείνων τε καὶ ἐνδαπίων καὶ ἀγροίκων νηδὺς ἐπεγδούπει λύματα χευομένη. ἀλλὰ πατήρ με πόληος ἐναλλάξας Ἀγαθίας, θῆκεν ἀρίζηλον τὸν πρὶν ἀτιμότατον.