Ancient Greek · ~1 min
Section 74
Agathias Scholasticus, Epigrammata 74
Not analysed yet
74. *ΙΧ, 677.) Τεῦξε με πολλὰ καμὼν Μουσώνιος, οἶκον ἀγητὸν τηλίκον, ἀρκτῴοις ἄσθμασι βαλλόμενον. ἔμπης οὐκ ἀπέειπεν ἀφεγγέα δώματα Μοίρης, ἀλλά με καλλείψας ἐν χθονὶ ναιετάει. καὶ ῥ’ ὁ μὲν εἰς ὀλίγην κεῖται κόνιν· ἡ δὲ περισσὴ τέρψις ἔπι ξείνοις ἀνδράσιν ἐκκέχυμαι.