Ancient Greek
Section 75
Agathias Scholasticus, Epigrammata 75
Not analysed yet
75. *(IX, 766.) Anth. Plan. p. 377. HSt. ἄδηλον Εἰς κωνωπεῶνα. πλέγμασι μὶν σκοπός ἐστι περισφίγξαι πετεηνῶν ἔθνεα, καὶ ταχινοὺς ἔνδοθεν ὀρταλίχους· αὐτὰρ ἐγὼ σεύειν ἐπιτέρπομαι, οὐδὲ καλύπτω ἔνδοθεν, ἀλλ’ εἴργω μᾶλλον ἐπειγομένους. οὐδέ μέ τις λήσειε, καὶ εἰ βραχὺς ἔπλετο, κώνωψ ἡμετέρης διαδὺς πλέγμα λινοστασίης. Ὀρνεαὶ που σώζω· μερόπεσσι δὲ λέκτρα φυλάσσω. ἦ ῥά τις ἡμείων ἐστὶ δικαιότερος;