Ancient Greek · ~1 min
Section 77
Agathias Scholasticus, Epigrammata 77
Not analysed yet
77. *(IX, 768.) Pauli Silentiarii apud Brunckium. Εἰς τὸ αὐτό. Παιγνία μὲν τάδε πάντα· Τύχης δ’ ἐτερότροπος ὁρμὴ ταῖς ἀλόγοις ταύταις ἐμφέρεται βολίσιν. καὶ βροτέου βιότου σφαλερὸν μίμημα νοήσεις, νῦν μὲν ὑπερβάλλων, νῦν δ’ ἀπολειπόμενος. αἰνέομεν δὴ κεῖνον, ὃς ἐν χύβῳ τε κύβῳ τε χάρματι καὶ λύπη μέτρον ἐφηρμόσατο.