Ancient Greek · ~1 min
Section 78
Agathias Scholasticus, Epigrammata 78
Not analysed yet
78. *(IX, 769.) Pauli Silentiarii apud Brunckium. Εἰς τὸ αὐτό. Τοῖς μὲν πρηυνόοις τάδε παίγνια· τοῖς δ’ ἀκολάστοις λύσσα καὶ ἀμπλακίη καὶ πόνος αὐτόματος. ἀλλὰ σὺ μὴ λέξῃς τι θεημάχον ὕστατος ἕρπων, μηδ’ ἀναροιβδήσῃς ῥινοβόλῳ πατάγῳ. δεῖ γὰρ μήτε πονεῖν ἐν ἀθύρμασι, μήτε τι παίζειν ἐν σπουδῇ. καιρῷ δ’ ἴσθι νέμειν τὸ πρέπον, ΕΠΙΓΡΑΜΜΑΤΑ ΠΡΟΤΡΕΠΤΙΚΑ.