Ancient Greek
Section 80
Agathias Scholasticus, Epigrammata 80
Not analysed yet
80. (X, 64.) Ἦ ῥά γε ποῦ τὸ φρύαγμα τὸ τηλίκον; οἱ δὲ περισσοὶ πῆ ἔβαν ἐξαίφνης ἀγχίποροι κόλακες; νῦν γὰρ ἑκὰς πτόλιος φυγὰς ᾤχεο· τοῖς πρότερον δὲ οἰκτροῖς τὴν κατὰ σοῦ ψῆφον ἔδωκε Τύχη. πολλὴ σοι, κλυτοεργὲ Τύχη, χάρις, οὕνεχ’ ὁμοίως πάντας ἀεὶ παίζεις, κεἰσέτι τερπόμεθα.