Ancient Greek
Section 81
Agathias Scholasticus, Epigrammata 81
Not analysed yet
81. (X, 66.) Εὖτέ τις ἐκ πενίης πλούτου τύχοι, ἠδὲ καὶ ἀρχῆς, οὐκέτι γιγνώσκει τις πέλε τὸ πρότερον. τήν ποτε γὰρ φιλίην ἀπαναίνεται. ἀφρονέων δὲ, τέρψιν ὀλισθηρῆς οὐ δεδάηκε Τύχης. ἦς ποτε γὰρ πτωχὸς ταλαπείριος οὐκ ἐθέλεις δὲ, αἰτίσσας ἀκόλους, νῦν ἑτέροις παρέχειν. πάντα, φίλος, μερόπεσσι παρέρχεται· εἰ δ’ ἀπιθήσεις, ἔμπαλιν αἰτίζων, μάρτυρα σαυτὸν ἔχοις.