Ancient Greek · ~1 min
Section 84
Agathias Scholasticus, Epigrammata 84
Not analysed yet
84. (XI, 57.) Γαστέρα μὲν σεσάλακτο γέρων εὐωδεῖ βακχῶ Οἰνοπίων, ἔμπης δ’ οὐκ ἀπέθηκε δέπας. ἀλλ’ ἔτι διψώων ἰδίῃ κατεμέμφετο χειρὶ, ὡς ἀπὸ κρητῆρος μηδὲν ἀφυσσαμένῃ. οἱ δὲ νέοι ῥέγχουσι, καὶ οὐ σθένος οὐδ’ ἀπ’ ἀριθμοῦ τὰς κύλικας γνῶναι τὰς ἔτι πινομένας. πῖνε, γέρον, καὶ ζῆθι· μάτην δ’ ἄρα θεῖος Ὄμηρος τείρεσθαι πολιὴν ἐκ νεότητος ἔφη.