Ancient Greek
Section 83
Agathias Scholasticus, Epigrammata 83
Not analysed yet
83. (X, 69.) Τὸν θάνατον τί φοβεῖσθε, τὸν ἡσυχίης γενετῆρα, τὸν παύοντα νόσους καὶ πενίης ὀδύνας; μοῦνον ἅπαξ θνητοῖς παραγίγνεται, οὐδέ ποτ’ αὐτὸν εἶδέν τις θνητῶν δεύτερον ἐρχόμενον. αἱ δὲ νόσοι πολλαὶ καὶ ποικίλαι, ἄλλοτ’ ἐπ’ ἄλλων ἐρχόμεναι θνητῶν, καὶ μεταβαλλόμεναι. ΕΠΙΓΡ ΑΜΜΑΤΑ ΣΚΩΠΤΙΚΑ.