Ancient Greek · ~13 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 10.1-2
Not analysed yet
ι'. „Τούτου δὲ τὸ μὲν ἐμφανὲς καὶ προχειρότατον αἴτιον ἀνανδρίαν εἴποι τις ἂν, καὶ τὸ μὴ τὰ προσήκοντα βεβουλεῦσθαι. πρόσεστι γὰρ αὐτοῖς ὡς ἀληθῶς καθάπερ οἰκεῖα καὶ συγ- γενῆ καὶ τὰ τοιαῦτα ὀνείδη· πλὴν ἀλλὰ τοῖς ἐκ φύσεως μοχθηροῖς τὸ αὐθαίρετον ἀδίκημα προστεθὲν, ἐδιπλασίασεν αὐτοῖς τὸ ἀτύχημα, τῆς τοῦ κρείττονος προμηθείας διὰ τὸ ἄγος ἐκπεπτωκόσι. τὸ γὰρ νικᾷν οὐχ ὕτω τοῖς ὅπλοις, ὅσον τῷ εὐσεβεῖ βεβαιοῦται· καὶ οὐκ ἄν ποτε ποτε μετεῖναι φήσαιμι τῆς τοῦ ἀγαθοῦ συμμαχίας πονηροῖς ἀνδράσι καὶ μιαρωτάτοις. τούτοις οὖν, εἴπερ εὖ φρονοῦμεν, οὐ προσεκτέον, οἶς οὔτε τὰ τῆς γνώμης ἄριστα σύγκειται, καὶ τὸ σώζειν ἅπαντα πεφυκὸς νεμεσᾷ. ὡς μὲν οὖν ἡ προσχώρησις ἡμῖν εὔκολος ἔσται καὶ προσφορωτάτη καὶ τῷ κρείττονι κεχαρισμένη, διὰ τῶν πραγμώτων μᾶλλον ἢ τῶν λόγων δεδήλωται. οὐ μὴν οὐδὲ ἀδικεῖν δόξοιμεν ἂν, οὐδὲ ἄπιστοι καθεστάναι. πολλάκις γὰρ ἤδη καὶ πρότερον ὑπὸ ῾Ρωμαίων προπηλακιζόμενοι, ἐμμένειν καὶ ὣς τοῖς καθεστηκόσιν ἡγούμεθα χρῆναι, φαυλότατον εἶναι κρίνοντες τὸ μεταβάλλεσθαι ῥᾳδίως ἔπι τισιν αἰτίαις, εἰ καὶ δεινόταται εἶεν, φορηταῖς δὲ ὅμως καὶ οὐ παντάπασιν ἀνυποίστοις. τὸ δὲ καἰ μεγιστας βλάβας καὶ ἀνήκεστα πάσχοντας φέρειν διαπαντὸς ἀταλαιπώρως, καὶ πρὸς μηδὲν ὁτιοῦν ἄχθεσθαι τῶν ἀνοσίων ἔργων καὶ ἀτοπωτάτων, οὐ σωφρονούντων ἀνδρῶν εἶναί φημι, ἀλλὰ δειλῶν καὶ ἀθλίων, καὶ τὴν περὶ τὰ κοινὰ ῥᾳθνμίαν τῷ τῆς ἀπραγμοσύνης ὀνόματι σοφιζομένων. τούτου δὲ τοῦ τῆς μιαιφονίας πάθους οὐκ ἂν οἶμαι παρ᾿ ἑτέροις μεῖζόν τι γένοιτο, οὔτ᾿ ἂν γενόμενον περιοφθείη. οὔκουν οὐδὲ ἡμῖν περιοπτέον, αἰσχυνομένοις εἰ γε φανείημεν τοῦ βασιλέως ἐπιλεησμένοι, καὶ τοὺς ἀπεκτονότας ὑποθωπεύοντες. εἰ γὰρ οἷόν τε ἦν αὐτὸν ἐνθάδε παρεῖναι, πάντως ἂν ἐπεκάλει καὶ κατεμέμφετο τῆς ἡμετέρας ὀλιγωρίας, ἀνθ᾿ ὧν οἱ ἀλιτήριοι οὗτοι κατὰ τὴν ἐκ ἐνκείνου γῆν ἔτι ἐνδιαιτῶνται, καὶ οὐ πολλῷ πρότερον ἔξελήλανται. ἐπεὶ δὲ οὔτε παρέσται τολοιπὸν, οὔτε φθέγξεται, ὑμεῖς ἀναλογίσασθε τὸν ἄνδρα, καὶ ὡς ἐν μέσῳ τοῦ συλλόγου παρεστὼς οὕτω ταῖς ἐννοίαις ὑμῶν ἀνατυπούσθω, ἐπιδεικνὺς μὲν τὴν σφαγὴν καὶ τὸ στῆθος καὶ τὸν αὐχένα, ἱκετεύων δὲ τὸ ὁμόφυλον νῦν γοῦν τίσασθαι τοὺς πολεμίους. εἶτα τίς ἂν ὑμῶν ἀποδέξοιτο διαπορούντων καὶ σκοπουμένων, εἰ δίκαιον πρὸς τῶν Κόλχων οἴκτου τυχεῖν τὸν Γουβάζην; εὐλαβητέον γὰρ ἡμῖν, ὅπως μὴ τὸ οὐκ εὐπρεπὲς δῆθεν τῆς μεταστάσεως δεδιότες, μεθέξομεν τοῦ μιάσματος, καταπροέμενοι καὶ παρέντες τὸ τιμωρεῖν τῷ τεθνηκότι, καὶ μᾶλλον ἐντεῦθεν ἄπιστοι δόξομεν, εἴ γε τῷ βίῳ μόνον ἐκείνου τὴν πρὸς αὐτὸν οἰκείωσιν ἀναμετρήσαντες, συναποβάλωμεν αὐτῷ καὶ τὴν μνήμην. καλῶς μὲν γὰρ τῶν πραγμάτων χωρούντων, πολλὴ ἄνοια τὰ προεγνωσμένα μεταμανθάνειν· ἐναντίως δέ που φερομένων ἀσύμφορον οἶμαι τὸ μὴ οὐχὶ θᾶττον ἁρμόζεσθαι τῷ προσπι- πτοντι. τὸ γὰρ βέβαιον ἐν τῷ εὐλόγῳ κρίνεσθαι χρὴ, καὶ τὸ ἐγκαρτερεῖν τοῖς παροῦσιν οὐκ ἐπαινετέον ἀεὶ ,ἀλλ᾿ ὅτε φρονήσει συμπαραγίγνεται. ἔνθα δὲ συμβαίνει ὧν μὲν δεῖ μεμνῆσθαι περιορᾷν, ἔχεσθαι δὲ τῶν οὐ προσηκόντων, ἐνταῦθα τοῦ μεταβάντος ἐφ᾿ ἕτερα ὁ βεβηκὼς ἐπὶ τοῖς προτέροις μεμπτότεὸος. ταῦτα δὴ οὖν οἱ Πέρσαι πυνθανόμενοι πρὸς ἡμῶν καὶ συνίεντες, στέρξουσιν ἡμᾶς εἰκότως ,καὶ ὑπερμαχοῦνται, χρηστοί τε ὄντες καὶ μεγαλόφρονες, καὶ δεινοὶ τεκμαίρεσθαι τὰς γνώμας τῶν πέλας, καὶ πρὸς γε χώραν οὕτως ἐπικαιροτάτην καἰ δύναμιν ἀξιόχρεων, ἣν αὐτοὶ πρὸ πολλῶν χρημάτων καὶ πόνων ἔχειν τιμῶνται, εἰς συμμαχίαν αὐτεπάγγελτον προσλαμβάνοντες. μὴ τοίνυν ἕτερόν τι παρὰ ταῦτα διανοεῖσθε, ἀλλ᾿ εὐθὺς ἐπιχειρεῖν τοῖς πράγμασι, καὶ τὸ μελετηθὲν ἀνα- καλύπτειν· οὕτω γὰρ ἂν εὔκλειαν μεγίστην ἀροίμεθα, ὅσια τε δρῶντες καὶ δίκαια, καὶ πρὸς τὸ συνοῖσον ἐξευρημένα.”