Ancient Greek · ~12 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 9.1-2
Not analysed yet
θ΄. „Εἰ μὲν ἐν λόγοις ἡμᾶς καὶ βουλαῖς ἠδίκουν ῾Ρωμαῖοι, καλῶς ἂν καὶ ἡμεῖς τοῖς ὁμοίοις αὐτοὺς ἀμυνόμενοι διετελοῦμεν· νῦν δὲ πῶς ἀνεκτὸν, τοὺς μὲν ἤδη τὰ πάντων δεινότατα δεδρακέναι, ἡμῖν δὲ τὸν τοῦ ἀντιδρᾶσαι καιρὸν εἰς τὸ μέλλειν καὶ βουλεύεσθαι διαῤὃυῆναι; οὐ γὰρ δὴ πάρεστι λέγειν ὡς πολέμοι μὶν οὔπω τοῖς ἔργοις ὄντες πεφώρανται, εἰκασθεῖεν δὲ ἂν μόνον μελετῶσι τοῦτο καὶ βουλομένοις, οὐδὲ τεκμηρίων τινῶν ἐπιμνησθῆναι δεήσει πρὸς ἔλεγχον δῆθεν ἐπιβουλῆς λανθανούσης. ἀλλὰ Γουβάζης μὲν, ὁ τηλικοῦτος, οὕτω πως ἀθλίως ἠφάνισται ὥσπερ τις τῶν πολλῶν καὶ ἠμελημένων. οἴχεται δὲ φροῦδον τὸ παλαιὸν τῶν Κόλχων ἀξίωμα, καὶ τολοιπὸν οὐ τοῦ ἄρχειν ἑτέρων ἀνθεκτέον ἡμίν, ἀλλ᾿ ἀγαπητέον εἴπερ ἐξῇ τῶν πρώην ὑπηκόων μὴ σφόδρα μειονεκτεῖσθαι. πῶς οὖν οὐ λίαν παράλογον, εἰ περὶ τῶν οἶς ταῦτα κατείργασται καθεδούμεθα διασκοποῦντες, πότερον αὐτοὺς ἐχθίστους ἢ φίλους οεἰναι κρινοῦμεν; καίτοι γιγνώσκειν χρεὼν, ὡς οὐδὲ μέχρι τούτων αὐτοῖς τὸ θράσος ἑστήξει· ἀλλὰ, καὶ μεθιέντων ἡμῶν τὸ ἐπίκλημα οἶδε οὐκ ἀφέξονται, καὶ ἠρεμοῦντας ἀδεέστερον λυμανοῦνται. εἰσι γὰρ ἀμέλει θαῤῥαλεώτεροι πρὸς τοὺς ὑπείκοντας, καὶ ὑπερφρονεῖν εἰθισμένοι τὸ θεραπεῦον. ἔχουσι δὲ καὶ βασιλέα πανουργότατον, καὶ ταῖς μεταβολαῖς τῶν ἀεὶ παρόντων ἡδόμενον· ὅθεν δὴ καὶ τὰ τῆς μιαιφονίας ἀθρόον διήνυσται, τοῦ μὲν ἐμβριθῶς ἐγκελευσαμένου, τῶν δὲ προθύμως ὑπηρετησάντων. καἰ πεπορθήμεθα μονονουχὶ πρὸς αὐτῶν, οὔτε ἀδικήματος ἄρξαντες, οὔτε τινὸς ἔχθους συμβάντος ,ἀλλ’ ὁποίας πρότερον εἴχοντο συνηθείας, τῆς αὐτῆς ἔχεσθαι δοκουντες, πεπράγασιν ομως τὰ πάπων ἀνοσιώτατα, ὥσπερ αὐθωρὸν ἀναπλησθέντες ὠμότητος καὶ μανίας καὶ μίσους καὶ πάντων ὁμοῦ τῶν τοιῶνδε. ἀλλ’ οὐ τὰ Περσῶν ἤνθη τοιάδε, πολλοῦ γε καὶ δεῖ. φίλους τε γὰρ οὓς ἂν ἔξαρχῆς κτήσαιντο βεβαιότατα στέργειν πειρῶνται, καἰ τὴν ὀργὴν πρὸς τὸ ἀντίπαλον διατηροῦσιν ἔστ’ ἂν ἀντιπαλον ᾗ. ἠβουλόμην μὶν οὖν τῇ Κολχικῇ πολιτείᾳ τὴν παλαιὰν δύναμιν προσγενέσθαι, ὡς μηδαμῶς αὐτὴν ξένης τινὸς καὶ ἐπήλυδος ἐπικουρίας προσδεῖσθαι, ἀλλ’ εἶναι τοῖς πᾶσιν ἔς τε πόλεμον καὶ ἐς εἰρήνην αὐταρκεστάτην. ἐπεὶ δὲ, εἴτε χρόνου διαφορᾷ, εἴτε τύχης ἐναντιώμασιν, εἴτε καὶ ἀμφοτέροις, ἐκβιασθέντες, εἰς τοῦτο ἥκοἠρεμοῦντες μεν ἀσθενείας, ὡς ὑφ᾿ ἑτέροις τετάχθαι, κράτιστον οἶμαι προσχωρεῖν τοις ἐμφρονεστέροις, καὶτὴν εὔνοιαν πρὸς τὸ οἰκεῖον καὶ ἔνσπονδον ἐν τῷ ἀτρέπτῳ παρεχομένοις. οὕτω δὲ καὶ περιεσύμεθα τῶν ὡς ἀληθῶς πολεμίων ,τῷ μήτε παντάπασι τὸ φθάσαν ἀτιμώρητον καταλειφθῆναι, καὶ τοῦ μέλλοντος πέρι, κω ἐν τῷ ἀσφαλεῖ κείσεται, τὰ δέοντα παρεσκευάσθαι. τὸ μὶν γὰρ ὕπουλον ἐκεῖνο τοῦ τρόπου καὶ βωμολόχον, ὃ προβαλλόμενοι μετὰ πραότητος δολερᾶς κω ὁμιλίας μεμηχανημένης τοὺς πιστεύοντας ἀδικοῦσι ,περιττὸν ἔσται καὶ ἀνόνητον, καὶ οὐχ ἑξουσιν ὅπως αὐτῷ χρήσονται καθ’ ἡμῶν διὰ τὸ ᾶμικτον τῆς δυσμενείας καὶ περιφανῶς ἀποκεκριμένον. εἰ δὲ καὶ πολεμεῖν πειραθεῖεν, ἀλλὰ πρὸς Λαζοὺς ἅμα καὶ πέρσας παραταττόμενοι, καὶ ταῦτα ἐν πολεμίᾳ γῇ ,τὸ γοῦν ἐντεῦθεν, οὐκ ἂν οὐδὲ τὴν ὁρμὴν ὑποσταῖεν. οἱ γε καὶ ἀρτίως παντὶ τῷ στρατῷ μοίρᾳ τινὶ τῶν Μήδων ἐλαχίστη προσμίξαντες καὶ πρὸς φυγὴν εὐθὺς αἰσχίστην τραπέντες, μέχρι καὶ νῦν μονουχὶ πνευστιῶσιν ὑπὸ τοῦ δρόμου, ἅπασι μὲν ὡς εἰπεῖν τοῖ; ἄλλοις ἐλαττωθέντες, μόνῳ δὲ τῷ τάχει τοὺς διώκοντας νενικηκότες.