Ancient Greek
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 11.1
Not analysed yet
ια΄. Τοιαῦτα τοῦ Αἰήτου εἰπόντος, αὐτιγα αυπας ὁ ὅμιλος ἐπῆρτο καὶ ἀνεβόα, καὶ αὐθημερὸν ἵεντο μετανίστασθαι, οὔτε τοῖς Πέρσαις προεγνωσμένον, οὔτε οὕτω παρεσκευασμένοι ὡς διαλαθεῖν τυχὸν ἢ καὶ ἀμύνασθαι τοὺς ῾Ρωμαίους διακωλύοντας, ἀλλὰ ἀλλὰ μηδὲν ὁτιοῦν τῶν ἐσομένων διανοούμενοι, μήτε ὅποι αὐτοῖς ἐκβήσεται ἡ ἐπιχείρησις, ἀτάκτως ἠπίγοντο. προσὸν μὲν τοῦτο καὶ ἄλλως τοῖς πλήθεσιν, ἥδεσθαι τῷ νεωτερισμῷ καὶ ταῖς μεταβολαῖς τῶν πραγμάτων, οὗτοι δὲ καὶ μᾶλλον ἠρεθισμένοι, οὐ μόνον οἷα δὴ βάρβαροι, ἀλλ’ ὅτι τήν τε αἰτίαν εὔλογον εἶναι ἡγοῦντο ,καὶ τοὺς λόγους ἐν μεγίστῳ θαύματι ἐποιοῦντο, ὃ δὴ καὶ μᾶλλον αὐτοὺς ἀνεκίνει καὶ διεσόβει. οὓτω δὲ αὐτῶν ταραττομένων, ἀνήρ τις Φαρτάζης ὢν μὲν ἐν τοῖς μάλιστα παρὰ Κόλχοις, ἔμφρων δὲ καὶ δημοτικὸς μάλα τοὺς τρόπους ,ἐπέσχεν αὐτοὺς τῆς ὁρμῆς καὶ ἀνέκοψεν, ἱκετεύσας μὴ πρότερον ἐπὶ τὴν πρᾶξιν χωρῆσαι, πρίν τι κὼ αὐτοῦ λέγοντος διακούσαιεν. μόλις δὲ αὐτῶν πεπεισμένων τῇ πρὸς τὸν ἄνδρα αἰδοῖ, καὶ κατὰ χώραν μεμενηκότων, παρελθὼν καὶ αὐτὸς ἐς μέσον, ἔλεξεν τοιάδε· „Εἰκότα μὲν ,ὠ ἄνδρες Κόλχοι ,πεπόνθατε ,λόγων δεινότητι σφόδρα κεκομψευμένων τὰς γνώμας ἐκταραχθέντες. δυσμαχώτατον γὰρ τι τὸ χρῆμα καὶ οἷον ἅπαντας ἀνθρώπους ἐκπλήττειν, οὐχ ἥκιστα δὲ τοὺς οὔπω πρότερον ἐς πεῖραν αὐτῶν καταστάντας· οὐ μὴν παντάπασιν ἀνανταγώνιστον σώφρονι λογισμῷ, καὶ τῆς ἐκ τῶν πραγμάτων κρίσεως ἐχομένῳ. μὴ τοίνυν ἀρεσκόντων ὑμᾶς τὰ εἰρημένα, λογιζομένους ὡς τῷ ἀθρόῳ μόνῳ καὶ ἀσυνήθει πεπίστευται, ἀλλ’ οὐ τῷ πρέποντι καὶ ὠφελίμῳ. γινώσκετε δὲ μᾶλλον, ὡς εἰ καὶ λίαν ὑμῖν κεχαρισμένα δοκεῖ, ἀλλ’ ἔνεστι κρείττονα τούτων ἑλέσθαι· καὶ τὸ ῤᾳδίως ἀναπεισθῆναι τεκμήριον ὑμῖν ἐναργὲς τῆς ἀπάτης γινέσθω. τῷ γὰρ τὰ ψευδῆ συμβουλεὺοντι μείζονός τε κόσμου καὶ ποικιλίας ῥημάτων προσδεῖ· κἀντεῦθεν πολλῷ τῷ θέλγοντι χρώμενος, θᾶττον ἐφέλκεται τοὺς εὐηθεστέρους. οὕτω δὲ καὶ ὑμεῖς, τοῦ Αἰήτου σοφίσματα προθέντος ἐπαγωγὰ καὶ παράλογα, οὐκ ἴστε ὅπως ἐφενακίσθητε· καίτοι εἰ καὶ μηδὲν ἕτερον, ἀλλ᾿ ἐκεῖνό γε καὶ λίαν ἐν προδήλῳ κείμενον εὕροι τις ἂν, ὡς ἄλλης τινὸς ζητήσεως ἀρχὴν ἐμβάλλειν προήχθη τῶν ἐφ᾿ ἃ πάρεσμεν ἀλλοτριωτάτην. καθάπερ γὰρ ὑμῶν ἁπάντων οὐ δεινὰ καθεστάναι τὰ συμβεβηκότα φασκόντων, καὶ τῆς ἀτόπου μιαιφονίας ἥκιστα καταμεμφομένων, καὶ τοῦτο μόνον διασκοπούντων εἴπερ ὡς ἀληθῶς ἡμαρτήκασιν οἱ τὸν Γουβάζην ἀπεκτονότες, παρῆλθεν κατηγορῶν ἐκείνων, καὶ πλείστους ὅσους προφερόμενος λόγους ἐπὶ τοῖς ἤδη διεγνωσμένοις. ἐγὼ δὲ καταράτους μὲν εἶναί φημι καὶ κακοδαίμονας, καὶ οἵους ἣδιστα θεασαίμην ἂν ὀλέθρῳ τῷ πάντων χαλεπωτάτῳ διωλλυμένους, οὐ μόνον τοὺς πλήξαντας, καὶ τὴν σφαγὴν ταῖς χερσὶν ἐπενεγκόντας, ἀλλὰ καὶ τοὺς ὅσοι, ἐφῆκαν, πρὸς δέ γε καὶ τοὺς ἡσθέντας, καὶ τοὺς μὴ λίαν ὑπεραλγήσαντας. πλὴν ἀλλ᾿ οὐκ, ἐπειδὴ ταῦτα γιγνώσκω, ἢδη που καὶ προσχωρεῖν τοῖς Πέρσαις συνοίσει· οὐδὲ τοῦτο λάβοι τις ἂν ὥσπερ ἑπόμενον τῷ λόγῳ καὶ συνημμένον, ὡς, ἐκείνων παρανομησάντων, δεήσει καὶ ἡμᾶς τὰ οἰκεῖα νόμιμα καταπροέσθαι· οὐδὲ ὡς ἀπίστοις μὲν αὐτοῖς ἄχθεσθαι, παραπλησίαν δὲ κτήσασθαι δόξαν. νῦν γὰρ οὐ τὸ φθάσαν σαν καὶ διηνυσμένον ,καὶ οὐκέτι τὴν τοῦ μὴ γεγονέναι φύσιν ἐπιδεχόμενον, ἀναλογίζεσθαι χρὴ, ὡς ἂν μὴ, σὺν τῷ θυμουμένῳ τῆς ψυχῆς καὶ χαλεπαίνοντι βουλευόμενοι ,λάθοιμεν ἑαυτοὺς τὸ κρῖνον ἐπιθολοῦντες ,καὶ τὴν τοῦ ἀμείνονος εὕρεσιν προαφῃρημένοι· ἀλλὰ τοῦ μὲν πάθους ὑφελεῖν ,εἰσόσον μὴ δοκεῖν ἠμεληκέναι, πρόνοιαν δὲ τῶν γοῦν λοιπῶν θέσθαι πραγμάτων, ὅπως ἄριστα καθεστήξῃ. ἀνοήτων μὲν γὰρ ἀνδρῶν ἐπὶ τοῖς παρῳχημένοις κακοῖς ἀγανακτεῖν μέχρι παντὸς καὶ ἀνιᾷσθαι, σωφρόνων δὲ τὰς ἀτάκτους ῥοπὰς γιγνώσκειν τῆς τύχης, καὶ ταῖς μεταβολαῖς μὴ ταράττεσθαι, μηδὲ, τῶν προτέρων ἐστερημένους, συνδιαφθεῖραι καὶ τὰς τῶν μελλόντων ἐλπίδας.