Ancient Greek · ~5 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 11-3
Not analysed yet
ια'. Εἰρημένων δὲ καὶ τούτων ὁ Ἀθανάσιος τὸ μὲν παραυτίκ́α οὐχ ἧσσον τοὺς Ῥουστίκ́ου ἀπεδέχετο λόγους. συστάσης δὲ καὶ δίς ἀγωνίας, ἐπειδὴ ἅπαντα ἐς τὸ ἀκριβὲς γνωματεύων καὶ ἀνερευνώμενος ,οὐδέν τι αὐτῷ ἐναργὲς προδοσίας ἢ τυραννίδος ἐγχείρημα ἡμαρτῆσθαι ὑπὸ τοῦ Γουβάζου ἐδέδεικτο, ἄδικος δὲ μᾶλλον καὶ παρανομώτατος ὁ φόνος γεγενημένος, ὡς καὶ τῆς ἐπὶ τὴν Ὀνόγουριν συστρατείας οὐ μηδισμοῦ χάριν ἀπαγορευθείσης, ἀλλὰ τῷ ἄχθεσθαί γε αὐτὸν κατὰ τῶν στρατηγῶν, ἀνθ᾿ ᾧν αὐτῆς καὶ ἀπεστέρηντο ῥᾳστώνῃ πολλῇ καὶ ἐκμελείᾳ κεχαυνωμένοι· ἐπειδὴ οὖν ταῦτα ἐγίγνωσκε, τότε δὴ τὸ μὲν ἐπὶ Μαρτινῳ λεχθὲν, ὡς ἄρα καὶ ἐκείνῳ μετῆν τῶν ἐς τοῦτο βεβουλευμένων, ἀνοίσειν βασιλεῖ διενοεῖτο. τοῖς γε μὴν τὸ ἀπεκτονέναι περιφανῶς ὡμολογηκόσι κρίσιν ἐπῆγεν ἀνάγραπτον, ἐν ᾗ διέταττε θᾶττον αὐτοὺς διαφθαρῆναι, ὑπὸ τὴν δικαστικὴν μάχαιραν γιγνομένους, καὶ τὰς κεφαλὰς ἀφαιρουμένους. καὶ οἱ μὲν ἐπὶ τοῖς ὀρεῦσιν ἥμενοι, καὶ ἀνὰ τὰς λεωφόρους περιενεχθέντες, μέγιστον θέαμα τοῖς Κόλχοις εἶναι ἐδόκουν, καὶ πλείστῃς ἄξιον εὐλαβείας. ἐτεθήπεσάν τε καὶ ἐπὶ τῷ κήρυκι τορόν τι μάλα βοῶντι καὶ διαπρύσιον, καὶ παρεγγυῶντι δεδιέναι τοὺς νόμους, καὶ φόνων ἀδικ́ων ἀπέχεσθαι. ἔπει δὲ αὐτοῖς καὶ ἀπετέτμηντο οἱ αὐχέ- νες, τότε δὴ ἅπαντες ἐς οἶκτον ἐτράποντο ,ἀποβεβληκότες τὸ χαλεπαῖνον. καὶ ἐπὶ τούτοις ἐλέλυτο μὲν ὁ ἀγών. οἱ δὲ Κόλ- χοὶ αὖθις διετέλουν εὖνοι ὄντες ἐς τὰ μάλιστα Ῥωμαίοις, καἰ τὸν πρότερον ἀνανεούμενοι τρόπον.