Ancient Greek · ~8 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 12-3
Not analysed yet
ιβ΄. Τούτων γεγενημένων, τὰ μὲν τῶν Ῥωμαίων στρατόπεδα διεχείμαζεν ἀνὰ τὰ πολίσματά τε καὶ φρούρια, ὥσπη ἑκάστῳ διετέτακτο. ἐν τούτῳ δὲ ἄνδρες τῶν παρὰ Μισιμιανοῖς δυνατωτάτων ἐς Ἰβηρίαν παρὰ τὸν Ναχοραγὰν ἀφικόμενοι, ἅπαντά οἱ διήγγειλαν τὰ ἐπὶ Σςτηρίχῳ πρὸς αὐτῶν τετολμημένα· τὴν μὲν ἀληθεστάτην αἰτίαν ἠρέμα ὑποκρυπτόμενοι, λέγοντες δὲ, ὡς ἐπειδὴ ἐκπλείστου τὰ περσῶν ἐτύγχανον ᾑρημένοι, προπηλακίζεσθαι σφᾶς ὑπό τε Κόλχων αὐτῶν καὶ Ῥωμαίων, καὶ ἐν τοῖς ἀτιμοτάτοις τετάχθαι, πέρας δὲ Σωτήριχον αὐτοῖς ἐπιστῆναι ,λύ’ μὲν ὡς δὴ χρυσίον τοῖς ξυμμάχοις διανεμοῦντα, ἔργῳ δὲ τὰ ἐπὶ λύμῃ τε καὶ τοῦ παντὸς γένους διαπραξάμενον. „Παρὸν τοίνυν ἡμῖν” ἔφασαν οἱ πρέσβεις ἢ ἄρδην ἀπολωλέναι, ἢ προτερήσασι δό- ξαν μέν τινα ἴσως παρ’ ἐνίοις ἀπενέγκασθαι προπετείας ,καὶ ὡς τοιοίδε κακίζεσθαι, βιοτεύειν δὲ ὅμως ἔτι κὰτ ἐξουσίαν, καὶ τὰ ἡμέτερα αὐτῶν ᾖ ἂν συνοίσειν δοκοίη διατιθέναι, εἱλόπολιτεύμενα εἰλό- μεθα τὰ ἀμείνονα καὶ τοῦ ἀνθρωπείου μᾶλλον ἐχόμενα τρό- που, τῶν μὲν λοιδοριῶν καὶ κατηγορημάτων ὀλίγα φροντίσαντες, περὶ πλείστου δὲ ποιησάμενοι τὴν σωτηρίαν. Σωτήριχόν τε γὰρ ἀπεκτείναμεν καὶ τοὺς ἅμα αὐτῷ ἐς τοῦτο ἐληλυθότας, ὡς ἂν ἐκείνους μὲν τισαίμεθα τῆς ἀδικίας, πίστιν δὲ εὐνοίας βεβαιοτάτην ἐνθένδε τοῖς Πέρσαις παρασχόμενοι, εύκλεέστερον προσχωρήσαιμεν. ἐπεὶ δὲ τούτων τε ἁπάντων καὶ μάλιστα τοῦ μηδισμοῦ ἕνεκα οὐκ ἀνήσουσι χαλεπαίνοντες οἱ Ῥωμαῖοι, ἄλλο τάχιστα ἡμῖν ἐπιπεσοῦνται ,καὶ ἅπαντας, τὸ γε ἐς αὐτοὺς ἧκον ,διαφθεροῦσι, προσήκει δή σοι, ὦ στρατηγὲ, δέχεσθαί τε ἡμᾶς εὐμενῶς καὶ ἐπαμύνειν, τῆς τε χώρας πέρι ὡς οἰκείας τολοιπὸν καὶ κατηκόου τὰ προσήκοντα διανοεῖσθαι· καὶ μὴ περιιδεῖν οἰχήσεσθαι κινδυνεῦον γένος οὐ σμικρὸν, οὐδὲ ἄσημον; ἀλλὰ καὶ πλείστην ὅσην ὠφέλειαν τῇ περσῶν ἐπικρατείᾳ προσφέρεσθαι ἱκανώτατον. πολέμων τε γὰρ ἡμάς ἴδριας ὄντας ἁμωσγέπως εὑρήσοιτε ἂν, καὶ καρτερώτατα ξυν- αγωνιζομένους, ἡ τε χώρα, ἐν ὑπερτέρῳ τῶν Κόλχων κειμένη, γενήσεται ὑμῖν ὁρμητήριον ἀσφαλὲς, καὶ οἷον ἐπιτείχισμα κατὰ τῶν πολεμίων”. ταῦτα δὲ ἀκούσας ὁ Ναχοραγὰν, προσίετό τε αὐτοὺς ἀσμενέστατα, καὶ ἐπῄνει τῆς μεταστάσεως, καὶ θαῤῥοῦντας ἰέναι ἐκέλευσεν, ὡς τῆς Περσικῆς ἐπικουρίας ἐν δέοντι τευξομένους. οἱ μὲν οὖν πρέσβεις ἐς τὰ οἰκεῖα ἐπανελθόντες, καὶ ἕκαστα διαγγείλαντες, μεγίστων ἀνέπλησαν τὸ ἔθνος ἐλ- πιδων.