Ancient Greek
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 12.1
Not analysed yet
ιβ'. „Ἀλλ' ὁ μὲν σύμβουλος πάλαι τὰ Μήδων φρονῶν καὶ μεθιστᾷν ἡμᾶς ἐπ’ ἐκείνους γλιχόμενος, μορμολύττειν καθάπερ τοὺς παῖδας πειρᾶται, ὡς δὴ τοῖς Ῥωμαίοις οὐ τῶν τετολμημένων ἀποχρησόντων, ἀλλὰ μειζόνων προσεσομένων· καὶ ὡς ὁ βασιλεὺς αὐτοῖς καινουργότατος, καὶ τὰ τῆς μιαιφονίας αὐτὸς ἐγκελευσάμενος εἴη ,σπουδασθὲν ἐκ πλείστου καὶ βεβουλευμένον· καὶ ταῦτα φάσκων ,ἀνυμνεῖ τοὺς πέρσας καἰ ὑπεράγαται, πείθειν ἡμᾶς ἐντεῦθεν οἰόμενος ἱκέτας εὐθὺς καὶ αὐτομόλους γενέσθαι τῶν φύσει πολεμιωτάτων. πρὸς τοῦτο γὰρ ἅπασαν ἔχει τὴν ἀναφορὰν, ὠδίνων ἒξαρχῆς καὶ μηχανώμενος ὡς ἂν αὐτῷ τὰ μεμελετημένα πρὸς ἔργον ἐκβαίη, σὺν τῷ ἀνεξετάστῳ προτρέπων ,τὴν τῆς βουλῆς τάξιν συγχεῖ καὶ ταράττει, καὶ πρὸς τὸ ἀνόνητον μεταβάλλει. ἡ μὲν γὰρ προτερεύειν ἔλαχεν ἀεὶ καὶ ἡγεῖσθαι, βάσανον ἐμποιοῦσα τοῖς οὔπω προδήλοις μόλις δὲ τοῦ πρακτέου διαγνωσθέντος, τότε δὴ παρεῖναι χρεὼν τὸ ἐθέλειν τυχεῖν καὶ ἐφίεσθαι τῶν εἱρεθέντων. θέντων. ὁ δὲ τὸ πέρας ἀρχὴν πεποίηται, εἰλόμενος ἤδη πρίν τι σαφῶς διασκοπῆσαι. ποῖον τοίνυν τὸ ἐκ τῆς βουλῆς ὠφέλιμον, εἴπερ τῆς κρίσεως ἐν ὑστέρῳ παρῇ; ὑμεῖς δὲ, ὦ ἄνδρες Κόλχοι, μηδαμῶς τὰς γνώμας ἑτέρῳ τῳ κατειλημμένοι, καὶ πρὸς ἕν τι τέλος προδιωρισμένον ὁρῶντες ,οὕτως ἐπὶ τὰς ζητήσεις χωρεῖτε. πῶς γὰρ καὶ ἔνεστι [τὰς] τῶν μεταβάσεις βιάζεσθαι καὶ πρὸς τὸ ἀρέσκον μετασκευάζειν ; τοὐναντίον γὰρ τούτοις ἕπεσθαι κοσμίως προσήκει, καὶ τὸν λογισμὸν ἐπ’ αὐτὰ μεθιέναι καθαρὸν καὶ αὐτόνομον, ὥστε κατὰ σχολὴν τὰ προστυχόντα διευκρινήσαντα ,τοῦ συνοίσοντος ἐφιἀνόνητον κέσθαι. οὕτω γὰρ ἠμῖν βουλευομένοις αὐτίκα φανεῖται ,ὡς οὔτε ἐκ τῶν Ῥωμαϊκῶν ταγμάτων ,οὔτε μὴν τῶν στρατηγῶν ἁπάντων, πολλῷ δέ γε μᾶλλον οὐδὲ τοῦ σφῶν βασιλέως τὰ τῆς ἐπιβουλῆς ἔπι Γουβάζην συνέστη. διατεθρύλληται γὰρ ἤδη παρ᾿ αὐτοῖς καὶ ἀνωμολόγηται ,ὡς Ῥούστικος καὶ Μαρτῖνος, βασκήναντες αὐτῷ τῆς εὐτυχίας ,εἰς αὐτεπάγγελτον ἤλασαν κακοδαιμονίαν, τῶν ἄλλων ἡγεμόνων οὐχ ὅπως συλλαβομένων, ἀλλὰ καὶ περιφανῶς ἀνιαθέντων. ἄδικον οὖν οἶμαι καί πρός γε ἀσύμφορον, ἑνὸς ἒξ ἁπάντων ἀνδρὸς ἥ καὶ δυοῖν τυχὸν ἡμαρτηκότοιν, ἐξυβρίσαι μὲν εἰς τοὺς κοινοὺς νόμους, οὕς στέργειν προὐθέμεθα, πολιτείαν δὲ σύμπασαν καὶ διαιτᾶν συνήθη καὶ φίλην οὕτω πως ῥᾳδίως ἀποσκευάσασθαι, τῶν δὲ τὴν χώραν φρουρούντων ,καὶ πολλοὺς ὅσους κινδύνων ἀναδεχομένων, ὡς ἂν ἡμῖν ἐν εὐπαθείᾳ βιοτεύειν ἒξῇ, προδότας δειχθῆναι, καὶ τὸ δὴ πάντων ἀνοσιώτερον, δόξαν ὀρθὴν πρὸς εὐσέβειαν καὶ τὴν τῶν ἱερῶν ἀπορρήτων σεμνότητα περιφρονῆσαι. πῶς γὰρ οὐ τοῦτο φανούμεθα δρῶντες, εἰ προσχωρήσαιμεν τοῖς τοῦ κρείττονος ἐναντιωτάτοις; εἰ μὲν γὰρ διακωλύσαιεν ἡμᾶς ταῖς αὐταῖς ἁγιστείαις ἐμμένειν, καὶ μεταστήσαιεν πρὸς τὴν σφετέραν, τί τούτου πεισόμεθα χαλεπώτερον, περιόντες τε καὶ τεθνηκότες; τί δὲ κερδανοῦμεν ἅπασαν τὴν Περσίδα (θῶμεν γὰρ οὕτω) προσλαμβάνοντες ,τὰς δὲ ψυχὰς ἐζημιωμένοι ; εἰ δέ γε καὶ μεθεῖεν καὶ συγχωρήσαιεν, ἀλλ᾿ οὐ βεβαίαν ημῖν τὴν εὔνοιαν ἕξουσιν, ὕπουλον δὲ μᾶλλον καὶ σφαλερὰν, καὶ μόνῃ τῇ χρείᾳ συμμετρουμένην. ἄμικτον γὰρ ἀεὶ τοῖς ἀνθρώποις τὸ ἑτερόγνωμον, καὶ οὔτε δέους προσπεσόντος, οὔτε τινὸς εὐεργεσίας ἡγησαμένης, μόνιμος αὐτοῖς ἐγγίγ́εται πίστις ,πλὴν εἰ μὴ καὶ ταῖς δόξαις ὁμοφρονοῖεν· τό τε συγγενὲς καὶ ἴδιον καὶ ὁμόφυλον, εἰ τοῦδε λειπόμενα τύχοιεν, ὀνόματι μόνῳ τὴν οἰκείωσιν ὑποφαίνει, τοῖς δὲ ἔργοις ἀλλοτριοῦται. ἀντὶ ποίων τοίνυν ἀγαθῶν, ὦ ἄνδρες Κόλχοι, πρὸς Πέρσας μεταβησόμεθα, εἴ γε καὶ ὣς ἔσονται δυσμενεῖς, καὶ μηδὲν ἡμῖν πλέον ἔσται τοῦ παρόντος, ἢ μόνον τὸ ῥᾷον βλάπτεσθαι πρὸς αβτῶν, ὅσῳ τοῦ ἐμφανοῦς τὸ διαλανθάνον ἀφυλακτότερον; ἀλλὰ γὰρ, εἰ δοκεῖ, συγκεχωρήσθω, μήτε ἄδικον εἶναι τοὐγχείρημα, μήτε τοῦ πρέποντος ἐστερημένον, καὶ ὁμολογείσθω τὰ Περσῶν ἤθη βέβαια καὶ πιστὰ καὶ οἷα διαπαντὸς ἐμμένειν ταῖς ἐσομέναιςι συνθήκαις. εἰ γὰρ καὶ ταῦτα δοθεῖεν, καὶ μηδὲν ἡμῖν τῶν ἄλλων ἐμποδὼν ἔσται, ἀλλὰ τὰ τῆς δυνάμεως οὐκ ἀρκέσει. πῶς γὰρ ἂν μεταχωρήσαιμεν ἐφ᾿ ἑτέρους, ἐφεστηκότων ἡμῖν τῶν ῾Ρωμαίων, καὶ οὕτω πολλῶν καὶ ἀνδρειοτάτων καὶ ὑπὸ κρα- τίστοις στρατηγοῖς ταττομένων; πῶς δὲ καὶ οἷόν τε μὴ οὐχὶ ποι- νᾶς ὑποσχεῖν ἀνηκέστους, τῶν μὲν οὓς ἐπαμύνειν χρεὼν πόῥῤωπου κατὰ τὴν Ἰβηρίαν εντι μελλόντων, καὶ ἀνειμένως πορευομένων τῶν δὲ τιμωρησομένων τήν τε χώραν ἂπασαν κατεχόντων, καὶ ταῖς ἡμετέραις πόλεσιν ἐνοικούντων;