Ancient Greek · ~11 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 12
Not analysed yet
ιβ΄. Μόνοι δὲ οἱ ἐν Λούκᾳ τῇ πόλει διαμέλλειν ἐπειρῶντο, καὶ ἥκιστα ἐφιέναι, καίτοι πρότερον ἐτύγχανον οἵδε ξυνθήκας θέμενοι πρὸς Ναρσῆν, ὁμήρους τε παρασχόντες, καὶ ἐπομοσάμενοι, ὡς εἴγε τριάκοντα παραδράμοιεν ἡμέραι, καὶ μή τις αὐτοῖς μεταξὺ παραγένοιτο ξυμμαχία, ὁπόση οἴα τε εἶναι ἀμύνασθαι, καὶ ἐς πόλεμον ἐμφανῆ, οὐκ ἐκ πύργων τε καἰ περιβόλων ἀλλὰ συστάδην παρατάξασθαι· εἰ μὴ ταῦτα οὕτω ξυνενεχθεῖεν, ἠ μὴν αὐτίκα τὴν πόλιν ἐγχειριεῖν καὶ παραδώσειν. ᾤοντο γὰρ οὐκ ἐς μακρὰν παρέσεσθαι τοὺς φράγγους καὶ ἐπαρήξειν. τούτοις δὲ πίσυνοι τὰς τοιάσδε ἐπεποίηντο ξυνθήκας. ἀλλὰ τότε ἡ μὲν κυρία παρῳχήκει, οἱ δὲ οὔπω παρῆσαν, τοῖς δὲ καὶ ὣς βουλομένοις ἦν περιορᾷν ἀμέλει καὶ ἀναί- νεσθαι τὰ ξυγκείμενα. Ναρσῆς μὲν οὖν ἔξαπατηθεὶς, εἰκὸς, ἐχαλέπαινε, καὶ ἐς τειχομαχίαν παρεσκευάζετο. ἐνίοις δὲ τῶν ἀμφ’ αὐτὸν καί χρῆναι ἐδόκει τοὺς ὁμήρους ἅπαντας διαφθαρῆναι, ὡς ἂν οἱ ἐν τῷ ἄστει ἀνιαθεῖεν, καὶ ταύτῃ ποινὰς ὑφέξοιεν τῆς ἀπιστίας. ὁ δὲ στρατηγὸς, γνώμη γὰρ ἅπαν- τὰ ἔπρασσεν, καὶ οὐ λίαν τῇ ὀργῇ ξυνεχώρει, οὐκ ἐς τόδε ὠμότητος ᾔει, ὡς ἀποκτεῖναι τοὺς μηδὲν ὅ, τι ἠδικηκότας, ἀνθ᾿ ὧν ἕτεροι ἐπλημμέλουν, δόλον δὲ ὅμως τοιόνδε τινὰ ἐμηχανήσατο. παρῆγε γὰρ ἐς μέσον αὐτοὺς ἐναλλάγδην μὲν τὼ χεῖρε ὑπὸ τὴν ἰξὺν περιεσφιγμένους, κάτω δὲ τὸ κάρα ἐπινενευκότας, ἐπεδείκνυέν τε τοῖς ὁμοφυλοις, οὕτω πως οἰκτρότατα καὶ καὶ ἠπείλει θᾶττον αὐτοὺς ἀναιρήσειν, εἰ μὴ τάχιστα φθάσαιεν ἐκεῖνοι διαπραξάμενοι τὰ ὁπόσα ἐτύγχανον ὡμολογηκότες. ξύλα δὲ αὐτοῖς βρ· αχέα ἐκ τοῦ μεταφρένου ἰπὶ τοὺς τένοντας ὑπεβέβληντο, ῥάκεσι πως κεκαλυμμένα, ὡς μὴ διορῷεν χαἰ πόρρωθεν οἱ πολέμιοι. ἐπεὶ δὲ οὐκ ἐπείθοντο, αὐτίκα ἐκέλευε Ὀῆθεν στοιχηδὸν ἅπαντας καρατομεῖσθαι, κὼ οἱ δορυφόροι σπασάμενοι τὰ ξίφη βιαιότατα, ἔπαιόν τε καὶ ἐπεφέροντο, ὡς δὴ τοὺς αὐχένας ἀποτεμοῦντες· ἡ δὲ πληγὴ τοῖς ξύλοις ἐγχρίπτουσα, οὐδέν τι αὐτοὺς μᾶλλον ἐσίνετο, κατέπιπτον δὲ ὅμως πρηνεῖς ἐκεῖνοι, προστεταγμένον αὐτοῖς, ἤσπαιρόν τε ἐθελούσιοι, καὶ ἰλυσπῶντο, ὑποκρινόμενοι τὸ διολωλέναι. ἰδόντες δὲ οἱ ἐν τῷ ἄστει, καὶ τῷ διεστάναι ὡς πλεῖστον οὐ τὰ ἀληθῆ διασκοποῦντες ἀλλ’ ἢ τὰ φαινόμενα, ὠλοφύροντό τε ἀθρόον, καὶ ξυμφορὰν ἐποιοῦντο τὰ γεγενημένα. γὰρ οἱ ἄνδρες ὀμηρεύοντες οὐ τῶν πολλῶν τε καὶ ἀγεννῶν, ἀλλ᾿ ἐπίσημοι ἐν τοῖς μάλιστα, καὶ εὐπατρίδαι. ὡς δὴ οὖν τοιούτων αὐτοὺς ἀποστερεῖσθαι οἰομένους, κωκυτὸς ἐπεῖχε μυρίος, οἰμωγαὶ τε ἠκούοντο θαμιναὶ, καὶ φθέγμα θρηνῶδες καὶ διωλύγιον, γύναια δὲ πολλὰ διαπληπιζόμενα καὶ τὰς ἐφεστρίδας περιῤῥηγνύντα, ἀνὰ τοὺς προμαχεῶνας ἐφοίτων, τυχὸν μὲν μητέρες οὖσαι τῶν ἀπολωλέναι δοκούντων, τυχὸν δὲ ἐπίκληροι, τυχὸν δὲ ἄλλῳ ὁτῳοῦν τρόπῳ μέλον αὐταῖς. καὶ τῷ Ναρσῇ ἅπαντες ἀναφανδὸν ἐλοιδοροῦντο, ἀλαζόνα τε ἀποκαλοῦντες καὶ ἀτάσθαλον, καὶ ἔργῳ μὲν αὐτὸν εἶναι λέγοντες βίαιόν τε καὶ μιαιφόνον, τὴν δὲ τοῦ εὐσεβεῖν ἀεὶ καὶ τὸ θεῖον θεραπεύειν δόξαν ἄλλως αὐτῷ κεκομψεῦσθαι.