Ancient Greek · ~11 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 12-2
Not analysed yet
ιβ΄. „Τοὺς μὲν ἀθρόον καὶ οὐ πάλαι συμβὰν εὐτυχίας τινὸς μετασχόντας, οὐκ ἀπεικὸς οἶμαι πρὸς ἀπειροκαλίαν ἐκκλῖναι, καὶ τῷ ἀσυνήθει καταπεπλῆχθαι, μάλιστα ἡνίκα τῷ ἀπροσδοκήτῳ καὶ τὸ παρ᾿ ἀξίαν προσῇ. ὑμεῖς δὲ, ὦ ἄνδρες, ποίαν ἂν καὶ προβάλοισθε σκῆψιν, ἤν τις ὑμᾶς τῆς μπαβολῆς αἰτιῷτο; πότερον ὡς νῦν ἐγεύσασθε νίκης, οὐ πρότερον εἰωθότες; ἀλλ᾿ ὑμεῖς οἱ Τωτιλάν τε καὶ Τεΐαν καὶ ἅπαν τὸ Γοτθικὸν ἔθνος ἐκποδὼν ποιησάμενοι· ἀλλ᾿ ὡς μείζονος ἢ καθ᾿ ὑμᾶς αὐτοὺς πειρᾶσθε τῆς τύχης; καὶ ποῖον ἂν μέγεθος εὐδαιμονίας τῇ τῶν 'Ρωμαιων δόξῃ συμμετρηθείη; συγγενὲς γὰρ ἡμῖν καὶ πάτριον κρατεῖν ἀεὶ τῶν πολεμίων. καὶ τοίνυν κρα- τεῖτε, καὶ οὔτε μειόνων ἢ καθόσον νικᾶτε ἄξιοι καθεστήκατε, οὔτε τοῦ προσήκοντος καταδεεστέραν παρέχεσθε τὴν πεῖραν. μέτεστι δὲ τούτων ὑμῖν οὐκ ἐκ ῥᾳστώνης τε καὶ ἡδυπαθείας, ἀλλ᾿ ἐκ πόνων συχνῶν καὶ ἱδρώτων καὶ τῆς τῶν κινδύνων μελέτης. οὐκοῦν χρεὼν ὑμᾶς καὶ νῦν ἐμμένειν τοῖς προεγνωσμένοις, καὶ μὴ μόνον ἥδεσθαι τοῖς παροῦσιν, ἀλλὰ καὶ τοῦ μέλλοπος πέρι, ὅπως ὅμοιον ἔσται, σκοπεῖν. τοῖς γὰρ μὴ ταῦτα λογιζομένοις οὐ μόνιμα τὰ τῆς εὐπραγίας, ἀλλὰ πρὸς τοὐναντίον ὡς τὰ πολλὰ μεταχωροῦσιν αἱ τύχαι. καὶ τεκμήριον ἔστω σαφὲς τόδε τὸ τῶν Φράγγων πάθος, ἐφ᾿ ᾧ νῦν ὑμεῖς δικαίως αὐχεῖτε. εὖ γὰρ αὐτοῖς τέως τῶν πραγμάτων ἐχόντων, οἱ δὲ πρὸς ἀλαζονείαν τραπέντες, πόλεμον ἤραντο καθ᾿ ἡμῶν, οὐ προορώμενοι τὸ σφαλερὸν τῆς ἐλπίδος. ἀπολώλασι τοιγαροῦν ἅπαντες τῇ σφῶν αὐτῶν ἀβουλίᾳ μᾶλλον, ἢ τοῖς ἡμῶν ὅπλοις. αἰσχρὸν τοίνυν ὑμᾶς, ὦ ἄνδρες 'Ρωμαῖοι, ταὐτὸ παθεῖν τοῖς βαρβάροις, καὶ μὴ τοσοῦτον ταῖς γνώμαις αὐτῶν περιεῖναι, ὁπόσον τῇ ῥωμη̣· μηδὲ γὰρ οἰέσθω τις ὑμῶν, ὡς οὐδὲν ἔτι πολέμιον ἔσται, ἁπάντων δῆθεν τῶν δυσμενῶν διαφθαρέντων. καίτοι εἰ καὶ τοῦτο βεβαίως προσῆν, ἀλλ᾿ οὐδ᾿ ὣς ὑμίν μεταθετέον τοὺς τρόπους, οὐδὲ τοῦ πρέποντος ἀφεκτέον. οὐ μὴν οὐδὲ συμβαίνουσαν εὕροι τις ἂν τὴν τῶν πραγμάτων φύσιν ταῖς ὑμετέραις ἐννοίαις. οἱ γὰρ Φραγγοι, πολυάνθρωπόν τι γένος κὼ μέγιστον, καὶ λίαν ὀρθῶς τὰ πολεμικὰ ἠσκημένον, ἀπόμοιρα δέ τις αὐτῶν οἱ νενικημένοι βραχεῖα, καὶ ὃση μὴ δέος αὐτοῖς ἐμβαλεῖν, μᾶλλον μὲν οὖν καὶ πρὸς ὀργὴν ἀναστῆσαι. οὔκουν εἰκὸς αὐτοὺς ἠρεμήσειν, οὐδὲ καθέξειν ἐν ἀποῤῥήτῳ τὴν ὕβριν, ἀλλὰ πλείονι στρατῷ καθ’ ἡμῶν ἥξουσι, καὶ οὐκ ἐς μακρὰν ἀναμαχοῦνται. νῦν οὖν ὑμεῖς, εἰ δοκεῖ, παρέντες τὴν ῥᾳθυμίαν, ἀνανεώσασθε τὸ φιλοκίνδυνον πλέον ἢ πρότερον, ὅσῳ καὶ μείζονα τῶν φθασάντων τὰ ἐσόμενα προσδοκητέον. οὕτω γὰρ ὑμῶν διατελούντων, εἰ μὲν ὡς τάχιστα παρεῖεν, καὶ δὴ παρεσκευασμένοις ὑμῖν προσβαλοῦσι καὶ οἵοις μελλήσεως μὴ προσδεῖσθαι. εἰ δὲ καὶ παντάπασιν ἐνδοῖεν, εἰρήσθω γὰρ ἄμφω,) ἀλλὰ τό γε ὑμέτερον ἐν ἀσφαλεῖ Νίσεται, Ταὶ τὰ κράτιστα δόξοιτε ἂν βεβουλεῦσθαι ’’Τοιαῦτα τοῦ Ναρσοῦ παραινέσαντος, αἰδὼς ἅπαντα κατεῖχεν τὸν στρατὸν μεταμέλον αὐτοῖς τῆς παροινίας. καὶ οἱ μὲν τὸ ἐκμελές τε καὶ ἀκολασταῖνον τῆς γνώμης ἀποβαλόντες, ἐς τὰ πάτρια ἤθη μετεκοσμουντο.