Ancient Greek · ~6 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 11-2
Not analysed yet
ια'. Ἐν τούτω δὲ τοῖς 'Ρωμαίοις ἠγγέλλετο ναὶ τὰ ἐν Βενετίᾳ ἔπι Λευθαρίῳ τε καὶ τοῖς ἀμφ’ αὐτὸν ἅπασι ζυνενεχθέντα. τότε δὴ οὖν καὶ μᾶλλον οἵ τε ἀστοὶ καὶ τὰ στρατεύματα χορείας ἐτέλουν καὶ πανηγύρεις, ὡς οὐδὲν εντι αὐτοῖς ἀντίξουν προσγενησόμενον, ἀλλ᾿ ἐν εἰρήνῃ τολοιπὸν βιοτεύσοντες. τῶν γὰρ ἐμβαλόντων ἐς τὴν Ἰταλιαν πολεμίων οὕτω δὴ ἁπανταχοῦ διολωλότων, οὐκ ᾤοντο ἄλλους ἐπιβήσεσθαι. καὶ ταῦτα μὲν τὸ πλῆθος διενοεῖτο, οἶα οὐ τῶν ἀκριβῶν στοχάζεσθαι πεφυκότες, ἀλλ᾿ ἐς ῥᾳστώνην ἐκβεβλημένοι, καὶ πρὸς τὸ ἡδόμενον τῆς γνώμης ἅπαντα κριινοντες. τῷ δὲ Ναρσῇ ὀρθῶς ἕκαστα διασκοποῦντι, ἀκολασία ἐδόκει τὸ χρῆμα καὶ παραφροσύνη, εἴ γε ᾤνοντο μηκέτι ἕξειν ἀνάγκην ἑτέρους ὑποδύεσθαι πόνους, ἀλλὰ χρῆναι μᾶλλον ἐς τὸ τρυφερώτερον τῆς διαιτ́ης ἐς ἀεὶ μεταβεβλῆσθαι. ἐλειπ́πογὰρ, οἶμαι, αὐτοῖς ὑπὸ ἀβελτερίας τὰς ἀσπίδας τυχὸν καὶ τὰ κράνη ἀμφορέως οἴνου ἢ καὶ βαρβίτου ἀποδόσθαι, οὕτω περιττὰ τολοιπὸν καὶ ἀνό- νητα ἡγοῦντο τὰ ὅπλα. ὁ δὲ στρατηγὸς τὰ εἰκότα διεγίγ́νωσκεν, ὡς ἄρα καὶ αὖθις πόλεμοι ἔσονται Φραῃικοι, καὶ ἐδεδίει, μή ποτε οἱ 'Ρωμαῖοι ἐς τὸ ἁβροδίαιτον τραπέντες, τὰ φρονήματα διαφθαρεῖεν· εἶτα εἰ παρατάξεως ἐπέλθοι καιρὸς, οἱ δὲ, ὄκνῳ εἴκ́οπες, ἀπαγορεύσαιεν τοῖς κινδύνοις. καὶ ἴσως ἂν οὐ πολλῷ ὕστερον καὶ τόδε ξυνέβη, εἰ μὴ θᾶττον δεῖν ᾠήθη ξυγκαλεσάμενος τὰ στρατεύματα, καὶ παραίνεσιν προσάγων. ἀρίστην ἐς τὸ σῶφρόν τε καὶ ἀνδρεῖον τὰς γνώμας μετάγειν, καὶ ὑποτέμνεσθαι τὸ ὑπερβάλλον τῆς μεγαλαυχίας. οὕτω δὴ οὖν ἁπάντων συνηθροισμένων, παρελθὼν ἐς μέσον ἔλεξεν τοιάδε.