Ancient Greek
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 13.1
Not analysed yet
ιγ’. „Καίτοι φησὶν αὐτοὺς ὁ γενναῖος οὑτοσὶ μηδὲ τὴν ὁρμὴν ὑποστήσεσθαι ἡμῶν, παραδείγματι χρώμενος τοῖς ἔναγχος συμβεβηκόσι. καὶ τις ἀγνοήσειεν ἂν ὡς τὰς τῶν πολέμων τροπὰς οὐκ ἔπι ῥητοῖς ἀνάγκη συμβαίνειν, οὐδὲ τοὺς νῦν σφαλέντας τυχὸν τῶν ὁμοίων ἀεὶ μεταλαγχάνειν ἀποτευγμάτων ; τοὐναντίον γὰρ ὡς τὰ πολλὰ πρὸς τοὺς ἡττηθέντας ἡ νίκη μέτεισι, καὶ τὸ δυσφοροῦν ἐκθεραπεύει οὐ χρὴ τοίνυν ἡμᾶς, εἰθισμένον αὐτοῖς τολοιπὸν ἐν ἁπάσαις ταῖς συμπλοκαῖς ἐλασσοῦσθαι, πέρα τοῦ μετρίου θαρρεῖν. εἰ μὲν γὰρ τούτῳ μόνῳ νενίκηνται ,τῷ μὴ τὰ δέοντα βεβουλεῦσθαι ,προσεκτέον μὲν ἡμῖν τῷδε μᾶλλον τῷ παραδείγματι, καὶ προφυλακτέον τοὺς ἐκ τῆς ἀβουλίας κινδύνους . οὐ μὴν πρόδηλον ἐντεῦθεν οἴεσθαι δεῖ τὸ ῥᾳδίως αὐτῶν περιέσεσθαι εἰκὸς γὰρ τοὺς πρότερον ἁμαρτήσαντας ,καὶ διὰ τῆς πείρας ὁποῖα φευκτέον πεπαιδευμένους, καὶ αὐτὸ δὴ τὸ παροφθὲν ἀνακαλέσασθαι τῇ περὶ τῶν ἐφεξῆς ἐσομένων ἐπιμελεία. εἰ δὲ τὸ θεῖον αὐτοῖς χαλεπαίνει τῆς ἐπὶ τῷ κειμένῳ παρανομίας, καὶ ταύτῃ κεκάκωνται, τί δεῖ καὶ ἡμᾶς παρεῖναι καὶ συνεπιλαμβάνειν, ὣσπερ οὐκ ἐπαρκοῦντος ἐκεινοῦ τὰ δίκαια δρᾶσαι, ἀλλὰ τῆς ἐξ ἡμῶν ἐπικουρίας προσδεομένου; ποία δέ τις ἂν ἀσεβείας ὑπερβολὴ ἑτέροις λελείψεται, εἲ γε τόδε τὸ ἀγαθὸν ἀτιμάσαιμεν τῇ μετασάσει, ὅπερ καὶ ἠρεμούντων ἡμῶν ὑπερμαχεῖ προσηκόντως; μηδεὶς τοίνυν ἡμῖν τὸν τεθνεῶτα παραγέτω δῆθεν τῷ λόγῳ λίαν ἀγεννῶς ὀλοφυρόμενον, καὶ ἱκετεύοντα τοὺς ὁμοφύλους οἴκτου τυχεῖν τῷ τὴν σφαγὴν ἐπιδεικνύναι. ταῦτα γὰρ μοχθηραῖς μὲν ψυχαῖς καὶ ἀνάνδροις ἴσως ἁρμόσει, οὐ μὴν προσαπτέον αὐτὰ βαοιλεῖ καὶ Λαζῶν καὶ Γουβάζῃ. εἰ γὰρ ἐκεῖνος ἐνταῦθα παρῆν, πάντως ἂν, ἅτε δὴ θεοφιλὴς ἀνὴρ γεγονὼς καὶ φρενήρης, κατεμέμφετο μὲν ἡμᾶς τοιαῦτα βουλευομένους. ἐκέλευεν δὲ μὴ οὕτω καταπεπτωκέναι καὶ μαλθακίζεσθαι ,καὶ δραπετεύειν, καθάπερ οἰκέτας, αἱρεῖσθαι· φρόνημα δὲ Κολχικὸν καὶ ἐλεύθερον ἀναλαβόντας, ἀντέχειν τῆς συμφορᾶς θῤῥαλέως ,καὶ πρὸς μηδὲν μὲν αἰσχρὸν καὶ ἀνάξιον τῶν πατρίων ἐξάγεσθαι τρόπων, ἐμμένειν δὲ τοῖς παροῦσι καὶ πεποιθέναι, ὡς τοῦ κρείττονος ἥκιστα τὸ ἔθνος περιοψομένου. εἶτα πῶς οὐ σφόδρα παράλογον, αὐτῷ μὶν τῷ βιαίως ταῦτα κατὰ τὸ εἰκὸς ἔχειν δεδόχθαι· ἡμᾶς δὲ, τοὺς τὴν πρὸς ἐκεῖνον εὔνοιαν σκηπτομένους ,τἀναντία διανοεῖσθαι; ἀλλὰ δέδοικα μὴ καὶ μόνου χάριν τοῦ διαλογίζεσθαι ταῦτα καὶ διασκοπεῖν μεγίστας ὑφέξομεν δίκας. εἰ μὲν γὰρ ἐπ᾿ ἀδήλοις ἐλπίσι καὶ τὴν ἐφ᾿ ἑκάτερα ῥοπὴν ἐπιδεχομέναις τὰ τῆς ἀποστάσεως ἡμῖν ἐμελετᾶτο, ἦν μὲν ἂν καὶ τόδε δεινὸν, ἐπὶ τηλικούτων πραγμάτων κινήσει μόνης ἠρτῆσθαι τῆς τύχης, πλὴν ἀλλ᾿ ἐξῆν ἴσως τοῖς ταῦτα προῃρημένοις ἀδεέστερον γοῦν ἀναισχυντῆσαι. εἰ δὲ πανταχόθεν προὖπτον δείκνυται τὸ κακὸν, πῶς οὐ μισητέον αὐτοὺς τοιαύτην ἔννοιαν ἐμβαλόντας; ὡς μὲν οὖν ἀφεκτέον ἡμῖν ἐκείνων, καὶ δὴ μετρίως ἐῤῥήθη. φημὶ δὲ δεῖν βασιλεῖ τῶν ῾Ρωμαίων τὸ συμβὰν ἀναγγεῖλαι, ὡς ἂν ἐνδικώτατα μετέλθῃ τοὺς τοῦ μιάσματος αἰτιωτάτους, καὶ εἰ μὲν ἐθελήσει, πεπαῦσθαι τολοιπὸν τῆς πρὸς ῾Ρωμαίους διαφορᾶς, καὶ συνεργεῖν αὖθις καὶ συστρατεύεσθαι, καὶ τῶν προτέρων μετέχομεν συνδιαιτημάτων. εἰ δὲ ἀπώσοιτο τὴν ἀξίωσιν, τότε δὴ βουλευτέον ἡμῖν, εἴπερ ἑτέραν ὁδὸν τραπῆναι συνοίσει. οὕτω γὰρ ποιοῦντες, οὔτε τοῦ τεθνηκότος ἐπιλελῆσθαι δόξοιμεν ἂν, οὔτε προπετείᾳ μᾶλλον ἢ γνώμῃ τὰ ἡμέτερα διατιθέναι.”