Ancient Greek · ~8 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 14-2
Not analysed yet
ιδ'. Εἰρημένων δὲ καὶ τούτων, παλινῳδίαν, τὸ λεγομε- νον, ᾖδον οἱ Κόλχοι, καὶ μετεπείθοντο. μάλιστα γὰρ αὐτοὺς εἰς τοῦτο συνήλασε τὸ δεδιέναι ,μή ποτε ἄρα, εἰ μετασταῖεν, καὶ τὴν ἐπὶ τῷ κρείττονι δόξαν ἀφαιρεθεῖεν. ἐπειδὴ οὖν ἡ τοῦ Φαρτάζου γνώμη ἐνίκα ,αὐτίκα οἱ ἄριστοι καὶ εὐπατρίδαι τοῦ ἔθνους Ἰουστινιανῷ βασιλεῖ τὰ ἐπὶ Γουβάζῃ ξυνενεχθέντα διήγγειλαν ,ἅπασάν τέ οἱ ἀνεκάλυψαν τὴν ἀπάτην, ὡς ἐκεῖνος μὲν οὔτε μηδίσας πώποτε ,οὔτε ἄλλο τι ἄχαρι κατὰ ῾Ρωμαίων βουλευσάμενος ἥλω, οἱ δὲ ἀμφὶ Μαρτῖνόν τε καὶ Ρούστικον ,ἐπειδὴ αὐτοῖς ὑπὸ ῥᾳστώνης θαμὰ σφαλλομένοις ἐπεκάλει τε τὰ εἰκότα καὶ ἐχαλέπαινεν, οἱ δὲ ταύτην τε συκοφαντίαν ἐμηχανήσαντο ,καὶ τὸν οὐδὲν ἡμαρτηκότα διέφθειραν. ἐδέοντο δὴ οὖν τῇ τοῦ κατοιχομένου ψυχῇ τοῦτο δὴ παρασχεῖν τὸ χαριστήριον ἔλεγον δὲ οὐκ ἄλλο τι ἄρα ἥ ὥστε μὴ ἀτιμώρητον καταλιπεῖν τὸ ἀδίκημα ,βασιλέα δὲ σφισιν ἐπιστῆσαι οὐκ ὀθνεῖόν τινα ,οὐδὲ ἐπηλύτην ,ἀλλὰ Τζάθηντὸν Γουβάζου νεώτερον ἀδελφὸν ἐν Βυζαντίῳ κατ’ ἐκεῖνο τοῦ καιροῦ διατρίβοντα, ὡς ἂν αὐτοῖς πάλιν ὁ πάτριος διασώζοιτο νόμος καὶ ἡ ἀνέκαθεν τοῦ βασιλείου γένους ἀκραιφνὴς ὁμολογία. ὁ δὲ, ὅσια γὰρ αὐτῷ ἐδόκει καὶ δίκαια,) ὡς τάχιστα ἐπετέλει, καὶ οὖν Ἀθανάσιον, ἕνα τῶν πρῶτα λαχόντων τῇ συγκλήτῳ βουλῇ ,ἔστειλε διασκοπήσοντά τε τὸ πραχθὲν ἔς τὸ ἀκριβὲς, καὶ κατὰ τοὺς ῾Ρωμαίων νόμους κρινοῦντα. καὶ δὴ παραγενόμενος, ῾Ρούστικον μὲν εὐθὺς ἐς Ἀψαροῦντα ἔστειλε τὴν πόλιν, καὶ τῷ ἐκείνῃ δεσμωτηρίῳ ἐγκαθείρξας ἐφρούρει · Ἰωάννη δὲ τῷ βασιλέα μὲν φενακίσαντι, αὐτουργῷ δὲ τοῦ μιάσματος γεγενημένῳ, ἀποδράσαντί πως ἐν τῷ τότε λαθραιότατα, καὶ φυγῇ τὴν σωτηρίαν καρπώσασθαι πειρωμένῳ ,ἀλλ’ ἐκείνῳ γε τῷ Ἰωάννῃ ἐπὶ τοῖσδε πορευομένῳ ὑπαντιάζει, οὕτω παρασχὸν, ὁ Μετριανὸς, (εἷς δέ γε ἦν οὕτος τῶν ἀμφὶ τὰ βασίλεια δορυφόρων, οὑς δὴ Σκρίβωνας ὀνομά ζουσιν· ἔπαλτο δὲ αὐτόσε τούτου δὴ ἕνεκα ,ἐφ’ ᾧ ἔξυπηρετήσασθαί τε τῷ Ἀθανασίῳ, καὶ ἅττα ἂν ὑπ’ ἐκείνου κριθείη τόνδε ταῦτα ἐπιτελέσαι·) ξυλλαβὼν δὴ οὖν ὁ Μετριανὸς τὸν Ἰωάννην, παρὰ τὸν διαιτητὴν ἀπεκόμισεν. ὁ δὲ καὶ τοῦτον ἐς Ἀψαροῦντα ἐξέπεμψεν, ἐν εἱρκτῇ τε καὶ ποδοκάκη μενοῦντα, ἕως ὀ ἐν πόσιν ἀγὼν διανυσθείη.