Ancient Greek · ~12 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 13.1-2
Not analysed yet
ιγ΄. Τοῦ δὲ ἦρος ἀρχομένου, αὐτίκα οἱ τῶν Ῥωμαίων στρατηγοὶ ἐς ταὐτό που ξυνελθόντες ,ἔγνωσαν κατὰ Μισιμιανῶν ἐπιστρατεύειν. ἀλλὰ Βούλης μὲν καὶ Ἰουστῖνος ἀνὰ τὴν Νῆσον μένειν ἐτετάχατο ,φρουρήσοντες τὰ ἐνθάδε ,καὶ ἁπάντων ἐπιμελησόμενοι. ἐστέλλοντο δὲ ἐπὶ τὸν πόλεμον ἅνδρες ἐς τετρακισχιλίους, πεζοὶ ἅμα καὶ ἱππόται· ἐν τοῖς ἄνδρες Β τε ἦσαν τῶν γνωριμωτάτων ἄγαν ,καὶ Μαξέντιός τε καὶ Θεόδωρος, ὁ τῆς Τζαννικῆς δυνάμεως πρωτοστάτης ,ὥς μοι πολλάκις ἐῤῥήθη, ἄμφω πολεμικὼ καὶ ταξιάρχω. καὶ οἱ μὲν εἴχοντο τῆς ἐξόδου· ἤμελλε δὲ αὐτοῖς οὐκ ἐς μακρὰν καὶ ὁ Μαρτῖνος ἐπιστήσεσθαι ὡς ἡγησόμενος. ὡς ἂν δὲ μηδὲ πρὸς βραχὺ γοῦν ἀστρατήγητοι εἶεν ,ἄρχειν τῶν ὅλων ἐλαχέτην ,ἕως ἔτι διὰ τῆς ὑπηκόου πορεύοιντο, Βαράζης τε ἀνὴρ Ἀρμένιος καὶ Κόλ- χος Φαρσάντης, οὔτε πόνων ἀρετῇ οὔτε τῇ ἄλλῃ ἀξιώσει ἁπάντων τῶν ξυστρατευομένων προήκοντες, μᾶλλον μὲν οὖν ἐνιῶν καὶ ἐλασσούμενοι. ὁ μὲν γὰρ ἐν λοχαγοῖς πέλει ὁ Βαράζης, ἅτερος δὲ τῶν μὶν ἐν τῇ αὐλῇ ταγμάτων τοῦ Λαῶν βασιλέως 20ἡγεῖτο· μάγιστρος ὄνομα τῇ ἀρχῇ· νενόμισται γὰρ τοῦτο καὶ παρὰ τοῖς ταύτῃ βαρβάροις·) οὐ μὴν ἐς τοσοῦτον αὐτῷ φρονήἐνέπλησαν ματός τε μετῆν καὶ παῤῥησίας, ὡς καὶ στρατεύματι Ῥωμαϊκῷ θαῤῥαλεώτερον ἐγκελεύεσθαι. οὗτος δὴ οὑν ὁ στρατὸς, θέρους ἤδη ἐπιγιγνομένου, ἐς τὴν ὧν Ἀψιλίων ἵκοντο χώραν. βουλομένοις τε αὐτοῖς ἀνὰ τὰ πρόσω ἰέναι, κώλυμα γέγονεν ὅμιλος Περσικὸς, αὐτοῦ που ξυνειλεγμένος. συναισθόμενοι γᾲρ τῆς τῶν Ῥωμαίων παρασκευῆς, καὶ ὅτι ἐπὶ τοὺς Μισιμιανοὺς ἐχώρουν, ἄραντες ἔκ τε Ἰβηρίας καὶ τῶν ἀμφὶ πολισμάτων ,ᾔεσαν καὶ οἱ ἐπ’ ἐκείνους, προκαταληψόμενοί τε τὴν χώραν ,καὶ ἐς δύναμιν ἐπαρήξοντες. τῷ τοι ἄρα οἱ Ῥωμαῖοι ἀνὰ τὰ φρούρια τῶν Ἀψιλίων ἀποδιατρίβοντες, παρακρούεσθαι τὸ παρὸν καὶ διαμέλλειν ἐπειρῶντο, ἕως ἡ τοῦ θέρους ὥρα ἐξήκοι. πέρσαις τε γὰρ ἅμα καὶ Μισιμιανοῖς ἀντιτάττεσθαι ἀνόνητον τι αὐτοῖς ἐδόκει καὶ σφαλερώτατον. οὕτω δὴ οὖν ἀμφότερα τὰ στρατεύματα ἠρέμει, κὼ οὐδὲ ὁπότεροι ἐς τὸ περαιτέρω φοιτᾷν διανίσταντο, ἀλλ’ ἐπετήρουν ἀλλήλους καὶ ἀνέμενον, εἰ γέ τις πρότερος ὁρμηθείη. παρῆσαν δὲ τοῖς Πέρσαις καὶ Οὖννοι Σάβειροι ἐπὶ μισθοφορᾷ προσβοηθήσοντες. τοῦτο γὰρ τὸ γένος μέγιστόν τέ ἐστι καὶ πολυάνθρωπον ,φιλοπόλεμόν τε ἐς τὰ μάλιστα καὶ ἁρπαλέον, καὶ οἶον δὴ οὑν ἀεὶ τῶν ὀθνείων ἐφίεσθαι μισθοῦ τε ἕνεκα μόνου καὶ τῆς ἐπὶ τῇ λείᾳ ἐλπίδος νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ,νῦν δὲ ἄλλῳ τῳ ξυμμαχεῖν καὶ ξυνδιακινδυνεύειν ἐς τἀναντια μεταβαλλόμενον. πολλάκις μὲν γὰρ τοῖς Ῥωμαιοις, πολλάκις δὲ τοῖς Πέρσαις κατ᾿ ἀλλήλων παραταττομένοις ήραντο τοὺς ἀγῶνας, ἐν ὀλίγῳ τῷ μεταξὺ χρόνῳ ἐφ᾿ ἑκατέρους τραπέντες καὶ μιθαρνήσαντες. καὶ οὖν ἡ προτέρα μάχη κατὰ Περσῶν αὐτοῖς ἐπολεμήθη, ὅτε πολλοὺς τῶν Διλιμνιτῶν ἐπελθόντας σφίσι κατέκτειναν ἐν τῇ νυκτμαχίᾳ, ὥς μοι ἕκαστα προδεδιήγηται. ἐκείνου δὲ τοῦ ἔργου πέρας λαβόντος, ἀφίεντο μὲν ὑπὸ Ῥωμαίων τὰ συγκείμενα κομισάμενοι, πάλιν δὲ τοῖς ὀλιγ́ῳ ἔμπροσθεν πολεμιωτάτοις ξυνείποντο, τυχὸν μὲν οἱ αὐτοὶ, τυχὸν δὲ ἕτεροι, Σάβειροι δὲ ὅμως ὅντες καὶ ἐκ τοῦ σφετέρου ἔθνους ἐς τὴν ξυμμαχίαν ἀπεσταλμένοι.