Ancient Greek · ~7 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 14-3
Not analysed yet
ιδ'. Τούτων δὴ οὖν τῶν Σαβείρων ἄνδρες ἐς πεντακοσίους ἐν ὑπαίθοω τινὶ περιαυλίσματι πόῤῥω που τῶν ἄλλων στρατευμάτων ἐτύγχανον ἐσκηνημένοι. ὃ δὴ Μαξεντιῴ τε καὶ Θεοδώρῳ σαφέστατα ἐγνωσμένον, καὶ ὅτι ἄνοπλον οὕτω πως καὶ ἀνειμένην τινὰ δίαιταν ἄγοντες διατελοῦσιν, ἤλαυνον εὐθὺς ἐπ᾿ αὐτοὺς τριακοσίους ἐπαγόμενοι ἱππότας. περιστάντες δὲ κύκλῳ τὸ ἕρκος, (ἦν γὰρ οὐ λίαν ἐς ὕψος ἀνέχον, ἀλλ᾿ ἐς ὅσον ἱππότου ἀνδρὸς ἔκτοσθεν ἐφεστηκότος τὸ πρόσωπον ὑπερφαίνεθαι,) τούτῳ δὴ οὖν πελάσαντες, ἔβαλλον πάντοθεν τοὺς βαρβάρους ἀκοντίοις τε καὶ λιθοις καὶ τοξεύμασι, καὶ παντὶ τῷ προστυχόντι. οἱ δὲ οὖν πλείους εἶναι τοὺς ἐπελθόντας ἢ κατὰ τὸ ἀτρεκὲς ὑποτοπήσαντες, ἅμα δὲ καὶ τῷ ἀδοκήτῳ καταπε- πληγμένοι, ἀμύνεσθαι μὲν ἥκιστα διενοοῦντο, φεύγειν δὲ αὐτοῖς οὐ μάλα ἐξῆν τῷ θριγκῷ περιεχομένοις. οἱ μὶν οὖν ἄλλοι ἅπαντες χύδην αὐτοῦ διεφθάρησαν, μόνοι δὲ τεσσαράκοντα ἄνδρες παραλόγως διαλαθόντες, καὶ ἐπὶ τοὺς τοίχους ἀναῤῥιχώμενοι, εἶτα ἐπὶ θάτερα διεκπεσόντες, ὑπὸ τὸ λώιον τῆς ἐχομένης ἐκρύπτοντο ὕλης. πλὴν ἀλλὰ καὶ τούτους οἱ Ῥωμαῖοι ἀνιχνεύειν ἐπειρῶντο. τούτων δὲ τοῖς πέρσαις ἀπηγγελμένων, αὐτίκα οἶγε ἴλας ἰππέων στέλλουσιν ἐπ’ αὐτοὺς ἐς δισμυρίους ἄνδρας συντεταγμένους. οἱ δὲ Ῥωμαῖοι, εἴξαντες τῷ πλήθει καὶ ὡσπερ ἀρκούμενοι τῷ γεγενημένῳ ,ἀπεχώρουν δρομαῖοι, καἰ αὖθις ἐς τὸ πρότερον φρούριον ἐσδραμόντες, ἐν τῷ ἀσφαλεῖ καθίσταντο ,τῷ μὲν πραχθέντι μεγαλαυχοῦντες, ἀνιώμενοι δὲ μόνον ἐπὶ Μαξεντίῳ· ἐτύγχανεν γὰρ τῶν ἀνὰ τὴν ὕλην διαδύντων βαρβάρων ὑπότου βιαιότατα τετρωμένος, ὡς καὶ φοράδην ἀχθεὶς ἐπὶ κλίνης κρεῖττον ἁπάσης ἐλπίδος ἀποσωθῆναι. ἐπειδὴ γὰρ ἐβέβλητο, αὐτίκα οἱ ὀπαδοὶ ἀράμενοι αὐτὸν ᾤχοντο μετὰ τάχους, πρὶν ἅπαντας ἐπελθεῖν τοὺς πολεμίους. ὡς δὲ ἧκον καὶ ἐπεφέροντο, τότε δὴ οἱ ἄλλοι Ῥωμαῖοι ἐφ’ πέραν τινὰ φεύγοντες πορείαν, καὶ κατὰ σφῶν τοὺς διώκοντας ἐπισπώμενοι, χώραν παρέσχον ἐκείνῳ ἐν τῷ ἐρύματι σχολαίτερον ἀποκομισθῆναι.