Ancient Greek · ~10 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 14
Not analysed yet
ιδ΄. Ἔτι δὲ τοῦ Ναρσοῦ τῇ πολιορκίᾳ προσκαθημένου, τὰ ἐς ΑἰμΔειαν σταλέντα τῶν 'Ρωμαιων στρατεύματα **,ἐταράττετο τοῖς ξυνενεχθεῖσι, καὶ δυσθυμίᾳ, ὥσπερ εἰκὸς, πολλῇ ἑαλώκει. ἐπειδὴ γὰρ αὐτόσε ἀφίκοντο, τὰ μὲν πρῶτα σὺν εὐβουλίᾳ τε καὶ τάξει ἅπαντα ἔπραττον. καὶ εἴπ́ου ἢ κώμην τινὰ ἢ πόλισμα δυσμενὲς ληϊσόμενοι ᾔεσαν, ξυντεταγμένοι εὖ μάλα ἐχώρουν, καὶ οὐ πόῤῥω τοῦ μετρίου τὰς ἐπελάσεις ἐποιοῦντο· αἵ τε ἀναχωρήσεις αὐτοῖς οὐ διεσπασμέναι, ἀλλ᾿ ἐν κόσμῳ ἐγίγνοντο, τῶν μὲν ὀπισθοφυλάκων ἐν τῷ δέοντι χώρῳ μενόπων, ἐς πλαίσιον δὲ τῆς φάλαγγος ταττομένης, καὶ τὴν λείαν ἐς μέσον ἀπολαμβανούσης, ὡς ἂν βεβαιότατα διασώζοι- το. οὕτω δὲ αὐτῶν τό γε κατ᾿ ἀρχὰς τὰ πολέμια χωρία λυμαινομένων, ὀλίγαις ὕστερον ἡμέραις ἅπαντα διέῤῥει τὰ πραχhθέντα καὶ ἀνετέτραπτο. Φούλκαρις γὰρ ὁ τῶν Ἐρούιλων στρατηγὸς ἀνδρεῖος μὲν δήπου ἦν, καὶ οὐδενότι πολέμιον ἐπεφύκει δειμαίνειν, θρασὺς δὲ καὶ ταραχώδης, καὶ τὸ δραστήριον οὐ μάλα ἐν δέοντι κεκτημένος, στρατηγοῦ τε καὶ ἡγεμόνος οὐ τὸ κοσμεῖν καὶ διατάττειν τὴν φάλαγγα γνώρισμα εἶναι ἡγεῖτο· ἀλλ᾿ εἴπου προφανεὶς ἐν μάχῃ καὶ προαλλόμενος, θυμῷ τε ἀθρόον ἐμβαλὼν ἐς τοὺς ἀντιπάλους, ἔπειτα αὐτουργήσειε τὰ πολέμια, ταύτῃ γε ηὔχει καὶ ἐβρενθύετο. τότε δὴ οὖν καὶ μᾶλλον ἐς ἀπεῳοκαλιαν ἠρμένος, ἐπιδρομὴν ἐς Πάρμαν ἐποιεῖτο τὴν πόλιν. ἐτύγχανεν δὲ ἡ Πάρμα ὑπὸ τῶν Φράγγων ἤδη κατεχομένη. προσῆκον δὲ αὐτὸν κατασκόπους πρότερον ἐκπέμψαι τοὺς γνωματεύσοντας ἐς τὸ ἀκριβὲς τὰ βουλεύματα τῶν πολεμίων, οὕτω τε ἐν τάξει ἐπὶ προεγνωσμένοις ἰέναι, ὁ δὲ, προπετείᾳ μόνῃ καὶ ὁρμῆ̣ παραλόγῳ πισυνος, ἐπαγόμενος ξὺν ἀκοσμίᾳ τὸ τῶν Ἐρούλων στράτευμα, καὶ ἄλλους ὁπόσοι ἐκ τῶν Ῥωμαϊκῶν εἵποντό οἱ ταγμάτων, δρομαῖος ἐχώρει, οὐδενπι ἀντίξουν ἔσεσθαι ὑποτοπησας ταῦτα δὲ προμαθὼν Βουτιλῖνος ὁ τῶν Φράγγων ἡγεμὼν, ἐς ἀμφι- θέατρόν τι οὐ πόῤῥω τῆς πόλεως ἱδρυμένον (ἀνεῖτο δὲ τοῦτο ἀνδράσιν, οἶς ὁ βίος θεωμένου τοῦ δήμου πρὸς θηρία διαγωνίζεσθαι,) ἐνταῦθα δὴ οὖν ἀπολεξάμενος ἐκ τῶν οἰκείων στρατοπέδων τοὺς εὐθαρσεῖς τε καὶ μαχιμωτάτους ἀπέκρυπτε, καὶ μεγίστην ἐνέδραν καταστησάμενος, ἐπεσκόπει καὶ ἀνέμενεν τὸν τοῦ ἔργου καιρόν. ἐπεὶ δὲ Φούλκαρις τε καὶ οἱ Ἔρουλοι εἴσω τῶν πολεμίων ἐτύγχανον προελθόντες, τότε δὲ δοθέντος τοῦ ξυνθήματος ἐκδραμόντες οἱ Φράγγοι, ἐσβάλλουσιν ἀθρόον ἐς αὐτοὺς ἀτάκτως τε καὶ παρημελημένως ἰόντας, εὐθύς τε oὐδενὶ κόσμῳ τοὺς ἐν χερσὶν ἅπαντας τοῖς ξίφεσι διεχρῶντο, κα- ταπλαγέντας τῷ αἰφνιδίῳ καὶ ἀπροσδοκήτῳ, μονονουχὶ σεσαγηνευμένους· μόλις δὲ οἱ πλεῖστοι συναισθανόμενοι οὗπερ ἐγεγένηντo συμφορᾶς, ἀγεννῆ καὶ αἰσχώτην ἠσπάζοντο σωτηρίαν. παραδόντες γὰρ τὰ μετάφρενα τοῖς πολεμίοις, ἔφευγον προτροπάδην, ἀλκῆς τε ἁπάσης ἐπιλελησμένοι καὶ τῆς χρονίας τῶν κινδύνων μελέτης.