Ancient Greek · ~11 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 15
Not analysed yet
ιε'. Οὕτω δὲ τοῦ στρατοῦ διαῤῥυέτος, Φουιλκαρις ὁ στρατηγὸς ἅμα τοῖς ἀμφ᾿ αὐτὸν δορυφόροις περιλελειμμένος, χρῆ- ναι ᾤετο μὴ ὁμοίως ἀποδιδράσκειν, ἄμεινον δὲ δράσειν θάνατον ἑλόμενος εὐκλεᾶ, ἥ τὸ ἀγεννῶς ἐπιβιῶναι. καὶ τοίνυν εἱστήκει ὡς οἷόν τε ἦν ἀσφαλέστατα, ἐπὶ τύμβῳ τινὶ τὰ νῶτα ἐρηρεισμένος, καὶ πολλοὺς τῶν πολεμίων διέφθειρεν, νῦν μὲν ἀθρόον ἐπιὼν, νῦν δὲ ἀντωπὸς ἠρέμα ἐς τὰ ὀπίσω ὑποχαζόμενος. ἔξὸν ἐξὸν δὲ αὐτῷ καὶ ὣς ἔτι εὐκολώτατα ἀποδρᾶναι, καὶ τῶν ὀπαδῶν οὕτω ποιεῖν ἀντιβολούντων, „καὶ πῶς ἂν ὑποσταίην τὴν γλῶτταν’’ ἔφη ,,Ναρσοῦ μεμφομένην μοι τῆς ἀβουλίας;” δεδιὼς δὴ οὖν, ὡς ἔοικε, τὴν κακηγορίαν μᾶλλον τοῦ ξίφους, ἔμελεν καὶ ἐπὶ πλεῖστον αντεῖχεν, καὶ οὐκ ἀνίει μαχόμενος, ἕως τῷ πλήθει ξυνειλημμένος, καὶ πολλοῖς ἀκοντίοις τὰ στέρνα βληθεὶς, ἤδη δὲ καὶ δὲ καὶ πελέκει τὴν κεφαλὴν κεχαραγμένος, μόλις δυσθανατῶν ἔπεσε πρηνὴς ἐπὶ τῆς ἀσπίδος. ἐπ’ αὐτῷ δὲ καὶ οἱ ἄλλοι χύδην ἐκτείνοντο ἅπαντες, ὅσοι δὴ ἐτύγχανον ἀμφ᾿ αὐτὸν μεμενηκότες, τυχὸν μὲν ἐθελονταὶ, τυχὸν δὲ καὶ ὑπὸ τῶν πολεμίων εἰργόμενοι. Φούλκαρις μὲν οὖν αἱρεθεὶς, οὐ λίαν ἀπώνατο τῆς τιμῆς, ἀλλὰ βραχύ τι εύημερήσας, ὥσπερ ἐν ὀνείρατος εὐφροσύνῃ, ταχεῖαν ἔσχε καταστροφὴν τῆς τε ἀρχῆς καί τοῦ βίου. τούτου δὲ τοῦ πάθους γεγενημένου, τὰ μὲν τῶν Φράγγων φρονήματα ἐπῆρτο ἐπὶ μέγα, καὶ ἐπεῤῥώννυτο. Γότθοι δὲ οἱ Αἰμίλειάν τε καὶ Λιγουρίαν καὶ τὰς ἐχομένας χώρας οἰκοῦντες, οἷ δὴ πρότερον ὕπουλον μὲν καὶ οὐκ ἐλευθέραν, εἰρήνην δὲ ὅμως καὶ ὁμαιχμίαν, τῷ δεδιότι μᾶλλον τῆς γνώμης ἢ τῷ ἡδομένῳ, ἐπεποίηντο, δὲ τότε ἀναθαρσήσαντες, καὶ ἀναφανδὸν παρασπονδήσαντες, αὐτίκα τοῖς βαρβάροις κατὰ τὸ ὁμοδίαιτον προσεχώρουν. τὰ δὲ τῶν Ῥωμαίων στρατεύματα, ὦν δὴ Ἰωάννης τε ὁ Βιταλιανοῦ, ᾗπέρ μοι ἤδη ἐῤῥήθη, καὶ Ἀρταβάνης ἡγοῦντο, τοῦ Ἐρουλικοῦ ὁμίλου ὁπόσον τῇ φυγῇ διεσέσωστο, αὐτίκα ἐς Φαβέντειαν μετανέστησαν τὴν πόλιν. ᾤοντο γὰρ οἱ στρατηγοὶ, οὐ πρὸς αὐτῶν εἶναι ἀμφὶ τὴν πάρμαν ἔτι ἱδρῦσθαι, τοῦ τε πλήθους τῶν πολεμίων αὐτοῦ ἀγερθέντος, καὶ ὅτι παραλόγως εὐημερήσαντες, οὐκ ἔτι ἐχρῶντο τῇ τύχῃ μετρίως. αἴ τε γὰρ πόλεις τῶν Γότθων αὐτοῖς ἀνεπετάννυντο, καὶ δὴ φρούρια ἐχυ- ρὰ καταλαβόντες ἐπίδοξοι ἦσαν πανσυδὶ αὐτοῖς ἐπεισπεσεῖσθαι. ταῦτα ἄρα οἱ στρατηγοὶ ὡς πλησιέστατα Ῥαβέννης ἱκέσθαι διενοήθησαν, καὶ ταύτῃ τοὺς πολεμίους ἀλέασθαι, ἐπεὶ μηδὲ ἀξιόμαχοι αὐτοῖς ᾤοντο εἶναι. τούτων δὲ τῷ Ναρσῆ ἀπηγγελμένων, ἤσχαλλε μὲν ὅγε καὶ ἐδυσφόρει ἔπι τῇ τῶν βαρβάρων ἀλαζονείᾳ, καἰ τῷ Φούλκαριν ἀθρόον ἀπολωλέναι, ἄνδρα οὐ τῶν ἀσήμων καὶ λανθανόντων, ἀλλ’ ἀνδρειότατον ἐν τῳ μά- λιστα καὶ ἀρίδηλον, νίκας τε πολλὰς ἀναδησάμενον, καὶ οἷον οὐ πώποτε ἂν πολεμίοις, οἶμαι, ἁλῶναι, εἰ μετῆν ἐν μέρει καὶ εὐβουλίας τῇ ῥώμη. τούτων μὲν οὖν ἕκατι ὑπερήλγει καὶ ὠλοφύρετο, οὐ μὴν, ὡσπερ οἱ πολλοί, κατεπέπληκτό γε καὶ ἐδεδίει, ἀλλὰ καὶ τὸ ἀμφ’ αὐτὸν στράτευμα, ἐπειδὴ αὐτοὺς ἑώρα τῷ παραδόξῳ κατεπτηχότας, ἔγνω παραίνεσιν αὐτοῖς ἐν κοινῷ ποιήσασθαι, ὡς ἂν πρὸς εὐψυχίαν αὐτοὺς ἀνακαλέσοιτο, καὶ τὸ δεδιὸς ἐκθεραπεύσοι.