Ancient Greek · ~15 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 14.1-2
Not analysed yet
ιδ΄. γὰρ βασιλεὺς ἐπειδὴ πρότερον Ἰταλιαν ξύμπασαν ἐχειρώσατο καὶ Λιβύην ,καὶ τοὺς μεγίστους ἐκείνους πολέμους διήνυσε, καὶ πρῶτος ὡς εἰπεῖν έν τοῖς κατὰ τὸ Βυζὰντιον βεβασιλευκόσι Ῥωμαιων αὐτοκράτωρ ὀνόματι τε καὶ πράγματι ἀπεδέδεικτο· ἐπειδὴ οὖν αὐτῷ ταῦτα τε καὶ ανλλα ὅμοια τούτοις νεάζοντι ἔτι καὶ ἐρρωμένῳ ἐξείργαστο, τότε δὴ ἀμφἰ τὴν ἐσχάτην τοῦ βίου πορείαν, (ἤδη γὰρ κὼ ἐγεγηράκει,) ἀπειρηκέναι τοῖς πόνοις ἐδόκει, καὶ μᾶλλόν τι αὐτὸν ἴρεσκε ξυγκρούειν ἐν σφισι τοὺς πολεμίους, ὸώροιςτε αὐτοὺς, εἴπῃ δεή σοι, καταθωπεύειν, καὶ ταύτῃ ἁμωσγέπως ἀποκρούεσθαι, ἢ ἐφ’ ἑαυτῷ πεποιθέναι καὶ μέχρι παντὸς διακινὸυνεύειν. τοι- γάρτοι καὶ περιεώρα τὰς τάξεις διαφθειρομένας, ὡς δὴ τολοιπὸν ἥκιστά γε αὐτῶν προσδεησόμενος. καὶ τοίνυν ταύτης ἐπι- λαβόμενοι τῆς ῥᾳθυμίας οἱ τὴν δευτέραν ἀρχὴν τῶν σκῆπτρων διέποντες, οἷς δὴ φορολογεῖν τὴν ὐπήκοον καὶ εἶτα διανέμειν τοῖς στρατεύμασι τὰ ἐπιτήδεια ἐκπεφρόντισται, οὗτοι δὴ τὰ μὲν περιφανῶς ἀπεστέρουν, τὰ δὲ καὶ πολλῷ ὕστερον ἢ ὁπηνίκα ἐχρῆν ἀπεδίδοσαν· δοθέντος δὲ ὅμως ὀψὲ γοῦν τοῦ ὀφλήμάτος, εὐθὺς οἱ τὴν πανοῦργον ταύτην καὶ δημώδη λογιστικὴν ἠσκημένοι ,ἐφίσταντο τοῖς καταλόγοις καὶ ἀνεκαλοῦντο τὰ πεπορισμένα. τοῦτο γὰρ αὐτοῖς γέρας τε ὑπῆρχε καὶ ἀξίω- μα, τὸ τοῖς στρατιώταις ἐπικλήματα ἐπάγειν ἄλλοτε ἄλλα, καὶ τῆς ἐδωδῆς αὐτοὺς ἀφαιρεῖσθαι· καὶ καθάπερ ἐν παλιῤῥοίᾳ αὐτὸ δήπου τὸ μέτρον τῆς παρασχεθεισης τοῖς τάγμασι δασμοφορίας, οὐκ οἶδα ὅντινα τρόπον, ἐς τοὔμπαλιν μετωχετεύετο, καὶ ἐπανῄει ὅθεν ἐῤῥύη· καὶ οὕτω μὲν τὸ ὑπερμαχοῦν καὶ παραταττόμενον κατημέλητο, καὶ τροφῆς ἀπορίᾳ πιεζόμενοι κατελίμπανον τοὺς ἀγῶνας, οἶς ἐτύγχανον ἐντεθραμμένοι· καὶ ἄλλοι ἄλλοθι ἀπεχώρουν, ὡς ἕτερόν τινα μετελευσόμενοι βίον· εἰς δὲ γυναῖκας ἀκόσμους ὡς τὰ πολλὰ καὶ ἡνιόχους καὶ ἄνδρας ἀγεννεῖς μὶν ἐν τοῖς ἀναγκαίοις καὶ ἁβροδιαίτόυς μόνον δὲ πρὸς τὰς ἐμφύλους ταραχὰς καὶ τὴν περὶ τὰ χρώματα ἔριν ἐμμανεῖς καὶ θαῤῥαλέους, καὶ ἄλλους ἔτι τούτων ἀχρειοτέρους, τὰ στρατιωτικὰ ἐσκεδάννυντο χρήματα . ταῦτα τοι ἥ τε ἄλλη Θρᾴκη καἰ τὰ πρὸς αὐτῇ Τῇ βασιλίδι πόλει χωρία ἔρημά τε ἦν καὶ ἀφύλακτα, ἐς ὅσον καὶ τοῖς βαρβάροις βατὰ εἶναι καὶ εὐεπίδρομα· εἰς τοῦτο γὰρ ἐκεῖνοι ἤρθησαν ἁλαζονείας, ὡς καὶ ἀμφὶ Μελαντιάδα τὴν κώμην οὐ πολλῷ τῆς πόλεως διεστηκυῖαν, ὅτι μὴ τεσσαράκοντα καὶ ἑκατόν που σταδίους. παραρρεῖ δὲ αὐτὴν Ἀθύρας ποταμός, ὃς δὴ ὀλίγον τι προελθὼν καὶ ἐπὶ ἄνεμον καικίαν ἠρέμα ἐκκλίνας, ἐς τὴν Προποντίδα τὸν ῥοῦν ἀπερεύγεται· δὴ καὶ τὸ πρὸς τῇ ἀκτῇ καὶ ταῖς ἐκβολαῖς παρατεταμένον ἐπίνειον, τὴν ἐκείνου φέρεται προοηγορίαν. οὕτω δὲ τῶν πολεμίων ὡς ἐγγύτατα αὐλιζομένων, εὐθὺς ἀνὰ τὸ Βυζάντιον τὰ πλήθη τῶν ἀστῶν ἐδεδίει καὶ κατεπέπληκτο, καὶ τὰ δεινὰ οὐ μόνον ὁποῖα παρῆν, ἀλλ’ ἔτι μείζονα διενοοῦντο, πολιορκίας τε ὀνειροπολοῦντες καὶ ἐμπρήσεις καὶ σπάνιν τῶν ἀναγκαίων, καὶ διαρρήξεις τοῦ περιβόλου. τοιγάρτοι πολλάκις κω ἐν ταῖς ἐνδοτέρω λεωφόροις φυγαὶ ἀθρόοι τῶν ἐκ τοῦ ὁμίλου ἐγίγνοντο, καἰ ὠθισμοὶ καὶ πτοῖαι παράλογοι, ὡσπερ ἤδη τῶν βαρβάρων εἰσβεβληκότων. πάταγός τε πολὺς ἤρετο ἐν τοῖς πωλητηρίοις, τῶν θυρῶν βιαιότερον προσαρασσομένων. οὐ μόνον δὲ τοῖς πολλοῖς καὶ ἠγνοημένοις τὸ ἀνιᾶσθαι προσῆν καὶ δειμαίνειν, ἀλλὰ γὰρ καὶ ἅπασι τοῖς ἐν τέλει· καὶ βασι- λευς δὲ, οἶμαι, αὐτός οὐ μάλα τὰ ξυνενεχθέντα περιεφρόνει. ἀπεκοσμοῦντο τοιγαροῦν, πρὸς αὐτοῦ ἐπιτετραμμένον, τὰ ἱερὰ ὁπόσα ἐκτὸς τοῦ ἄστεος ἵδρυται κατὰ τὰ Εὐρωπαία μέρη καὶ τὸν παράκτιον χῶρον, ὃς δὴ ἄρχεται μὲν ἐκ τῶν καλουμένων Βλαχερνῶν καὶ τοῦ Κέρως, μέχρι δὲ τοῦ Εὐξείνου Πόντου παρατεινόμενος, τῷ Βοσπόρῳ συναπολήγει. τούτων δὴ οὖν ἁπάντων τά τε ἔντιμα τῶν ἀναθημάτων κὼ τὴν ἄλλην ἀφαιρούμενοι κατασκευὴν οἷς ταῦτα ἀνεῖτο, τὰ μὲν ἐφ’ ἄμα ζῶν φέροντες, εἴσω τῆς πόλεως ἀπετίθεντο, τὰ δὲ ἀκάτοις ἐμβάλλοντες καὶ τὸν μεταξὺ πορθμὸν διαπεραιούμενοι, τὴν καταντικρὺ ἤπειρον ἀπεκόμιζον. καὶ ἦν ὲν τῷ τότε θεάσασθαι τοὺς ἐκείνῃ νεὼς γυμνοὺς καὶ ἀπηγλαϊσμένους, ὡσπερ οὔπω τῆς ἁγιστείας μετειληχότας, ἀλλ’ ἄρτι καθίστασθαι ἀρχομένους.