Ancient Greek · ~11 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 15-2
Not analysed yet
ιε'. Οὕτω δὲ φοβεροί τε καὶ μέγιστοι κίνδυνοι ἐπίδοξοι ἦσαν ὡς πάντως ἐσόμενοι, ὥστε ἀμέλει τῷ τε ἐν Συκαῖς τείχει καὶ τῇ χρυσῆ καλουμένῃ πύλῃ λοχαγοί τινες καὶ ταξίαρχοι κὼ ὁπλῖται πολλοὶ ἐφειστήκεισαν, ὡς δὴ προθύμως ἀμυνόμενοι τοὺς δυσμενεῖς, εἴπου ἐπίοιεν. ἦσαν δὲ οὐ μάχιμοι ὡς ἀληθῶς, οὐδὲ μετρίως γοῦν τὰ τοιαῦτα ἀλλ᾿ ἐκ τῶν ταγμάτων ἐκείνων, οἱ ἐς τὸ διημερεύειν τε καὶ διανυκτερεύειν ἐν τῇ αὐλῇ ἀπεκέκριντο ,oὓς δὴ σχολαρίονς ἀποκαλοῦσιν. οὗτοι δὲ στρατιῶται μὲν ὀνομάζονται, καὶ ἐγγε- γράφαται τοῖς τῶν καταλόγων βιβλίοις· εἰσί δὲ οἱ πολλοὶ ἀστικοί τε καὶ φαιδροείμονες, καὶ μόνον, οἶμαι, ὄνγκου τοῦ βασιλείου ἕνεκα καὶ τῆς ἐν ταῖς προόδοις μεγαλαυχίας ἐξενρημένοι. καὶ τὸ μὲν παλαιὸν οὐκ ἄλλουςτινὰς ἐν τοῖσδε θεμιτὸν ἦν κατατάττεσθαι, ἢ τοὺς αὐτουργεῖν τὰ πολέμια ἠσκημένους. καὶ τοίνυν οὐδὲ χρήματα εἰσῆγον ἐφ᾿ ᾧ ἐνστρατεύσασθαι, ἀλλὰ χαριστηρίαν διαφανῶς καὶ ἀζήμιον ἐδέχοντο τὴν τιμὴν, ἅτε δὴ ἄξιοι ἐκ τῶν προηγωνισμένων ἀναδειχθέντες. Ζήνων δὲ φαίνεται πρῶτος ὁ Ἴσαυρος μετὰ τὴν τῆς βασιλείας ἀνάκτησιν πολλοὺς τῶν ὁμοφύλων τοῖσδε τοῖς τάγμασιν ἐναριθμήσας, ἥκιστα μὲν ἐν συμπλοκαῖς ἀριστεύσαντας ἢ ὅλως ἐμ- πείρους γεγενημένους, ἄλλως δέ πως γνωρίμους αὐτῷ καἰ · ξυνήθεις. εἶτα δοθέντος ἐν τῷ τότε καὶ παρειλημμένου τοῦ ἔξεῖναι οὐ μόνον ἀντὶ μόχθων τε καὶ ἀγώνων καὶ τῆς ἐν μάχαις ἀρετῆς, ὡς ἐν ἀμοιβῆς τρόπῳ καὶ γέρως ἐγκαταλέγεσθαι τοὺς ἀξίους, ἀλλὰ καὶ τοὺς παντάπασιν ἀπολέμους τῶν ὁμοίων μεταλαγχάνειν οὐ πρὸς ἀξίαν, ἀλλὰ πρὸς χάριν· δοθέντος, δὴ οὖν τούτου τὴν ἀρχὴν, παρῆλθεν εἰκότως εἰς μέσον ἐξ ἐκει- νου καὶ ἐκ τῶν λημμάτων ἐπικουρία, ἥ πασῶν, ὡς ἔοικε, τῶν ἄλλων ἐγκρατεστέρα, καὶ τολοιπὸν ἐς ἐμπορίαν μετέστη τό χρῆμα, ὡς μηκέτι ἄλλως ἐν τοῖσδε τοῖς στρατεύμασι καταλέγεσθαι τοὺς βουλομένους, πρὶν ἂν χρθσίου τι μέτρον καταθεῖναι· τοῦτο δὲ ἀποτίσαντες, εὐθὺς ἐγχαράττονται ἀνεξετάστως, καὶ τῇ ἄλλῃ δυνάμει ἐναριθμοῦνται, εἰ καὶ παντάπασι πολεμικῶν ἔργων ἀνεπιστήμονες τύχοιεν ὄντες. οὕτω τε τῆς κρίσεως ἠμελημένης, εἰκότως ἄρα ἥκιστα διαπονεῖσθαι καταναγκάζονται, ὡς δὴ ὤνιον ἑλόντες τὸ χέρας, καὶ πλείστου ὅσου πριάμενοι τὴν ἀργίαν. τοιοῦτοι δὴ οὖν ἇνδρες ἀπορίᾳ τῶν ἐν πολέμοις ἀνατεθραμμένων τοῖς τείχεσιν ἐφεδρεύοντες, φυλάσσειν ἐδόκουν. ὡς δὲ ἐπιπολὺ ἡ μὲν πόλις ἐν θορύβῳ ὑπῆρχεν, οἱ δὲ βάρβαροι οὐκ ἀνίεσαν τὰ ἐν τότε δὴ Βελισάριος ὁ στρατηγὸς κεκμηκὼς ἤδη ὑπὸ τοῦ γήρως, στέλλεται ὅμως ἐπ’ αὐτοὺς ἐκ βασιλέως. καὶ τοίνυν ὁ πρεσβύτης διὰ μακροῦ αὖθις χρόνου θώρακά τε ἐνδὺς καὶ κράνος ἀναδησάμενος, καὶ ἅπαν τὸ ἐκ παίδων αὐτῷ ξυνειθισμένον περιβαλόμενος σχῆμα, ἀνενεοῦτο τῇ μνήμῃ τὰ φθάσαντα, καὶ ἐνέαζε τῇ προθυμίᾳ. τοῦτον γὰρ τὸν ἀγῶνα ὕστατον ἐν τῷ οἰκείῳ βίῳ ἀπεργασάμενος, οὐχ ἧσσον ἀπηνέγκατο κλέος, ἢ ὁπότε τὰ κατὰ Βανδίλων τε καὶ Γότθων. τροπαία. ἡ γὰρ τῶν προσυμβεβηκότων ἀνάγκη καὶ ἡ περὶ τοῦ μέλλοντος ἀμηχανία τήν τε ἐγχείρησιν μείζονα ἔδειξε καὶ γαυροτέραν καὶ τὴν νίκη ἀσμενεστάτην. εἰρήσεται δέ μοι αὐτίκα ἐς τὸ ἀκριβὲς, ὅπως ἕκαστα διηνύσθη.