Ancient Greek · ~11 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 13-3
Not analysed yet
ιγ΄. Καὶ τοίνυν, οὐδὲν γὰρ ὁτιοῦν αὐτοῖς ἀντίπαλον ἐμποδὼν εἱστήκει οὐδὲ ὑπηντίαζε, κατέτρεχον ἀφειδῶς καὶ ἐλεηλάτουν τὴν χώραν, λείαν τε ἄφθονον περιβαλλόμενοι, καὶ αἰχμαλώτων ἀθροόξοντες πλήθη· ἐν τοῖς καὶ γύναια πολλὰ τῶν εὖ γεγονότων καὶ σώφρονα διαιτᾶν ᾑρημένων ὠμότατα ἢγοντο, καὶ συμφορὰν πασῶν μείζονα ἐδυστύχουν, εἰς ἀκολασίας ἀμετρίαν ὑπηρετεῖν ἀναγκαξόμενα· ἔνιαι δὲ καὶ ἀπειρηκυῖαι ἤδη ἐκ παίδων γάμοις τε καὶ φιλοκοσμίᾳ καί ταύτῃ δὴ τῇ περὶ τὸν βίον ἀναστροφῇ καὶ ὁμιλίᾳ, ἐν τινὶ καὶ τῇ πρὸς τὸ θεῖον ἰκετείᾳ προσήκοντι ὐπεκρύπτοντο δωματίῳ, τὸ ἀμιγές τε καὶ ἐλεύθερον καὶ παντάπασιν ἀκοινώνητον τῆς μετ’ ἀνδρῶν συνουσίας περὶ πλείστου ποιούμεναι, καὶ μόνῳ τῷ ἠρεμεῖν ἀνειμέναι. οἱ δὲ καἰ ἐς ἐξύβριζον ἀφαιρούμενοι τοῦ ἱεροῦ παρθενῶνος, καὶ ἀπρεπῶς αὐταῖς πρὸς βίαν ξυγκαλίνδούμενοι· ἄλλαι δὲ πολλαὶ τῶν ἂῤῤεσιν ἐς ταὐτὸ ἰέναι οὐκ ἀνηναμένων, κύουσαι ἐν τῷ τότε οὒτω παρασχὸν εἵλκοντο, καὶ εἶτα, ἐπειδὴ παρῆν ἡ τοῦ τόκου ἀνάγκη, οὕτω δή τι ἐν μέσῃ τῇ πορείᾳ ἐμφανέστατα ἒτικτον, οὔτε τὰ αἰσχυντηλὰ τῶν ὠδίνων ἐπικαλύπτειν δυνάμεναι, οὒτε περιστῖλαι, ὡς θέμις, καὶ ἀνελέσθαι τὰ βρέγη· ἀλλ᾿ αἱ μὲν καὶ ὡς ἐσύροντο, μηδὲ ἀλγῆσαι αὐταῖς, εἰ οἶόν τε φάναι, ξυγκεχωρημένον, τὰ δὲ δείλαια ἐκεῖνα ἐπ’ ἐρημίας ἐλείπετο κυσί τε καὶ οἰωνοῖς σπαραττόμενα, ὡσπερ τοῦδε ἓνεκα μόνου ἐς φῶς προαχθέντα, καὶ μάτην τοῦ φῦναι ἀπογευσάμενα. ἐς τοῦτο γὰρ τύχης τὰ Ῥωμαίων πράγματα ἠληλάκει, ὡς ἐν αὐτῇ δήπου τῇ περιοικίδι τῆς βασιλίδος πόλεως τοιαῦ- τα δεινὰ πάσχειν ὑπὸ βαρβάρων σφόδρα ὀλιγων. τοῖς δὲ οὐ μέχρι τούτων ἐτελεύτα τὸ θράσος, ἀλλ᾿ ὁδῷ ἰόντες, εἴσω τῶν μακρῶν ὀνομαζομένων τειχῶν ῥαδίως παρῆλθον, καὶ τοῖς ἔνδον φυυρίοις ἐπέλαζον. πολλαχοῦ γὰρ ὑπὸ χρόνου καὶ ἀτημελείας ἐπεπτώκει καὶ διελέλυτο ἡ τοῦ μεγίστου ἐρύματος οἰ- κοδομία· ἔνια δὲ μέρη καὶ αὐτοὶ καταβεβλήκασιν ἀδεῶς οὕτω καὶ ἀταλαιπώρως, ὥσπερ οἰκίας καταστρεφόμενοι. καὶ οὐδὲν ἦν τὸ ἀπεῖργον τῷ μηδὲ φρουρὰν στρατιωτικὴν ἐνθάδε ἱδρύσθαι, μήτε ἀμυντήρια μηχανήματα ,καὶ τοὺς ταῦτα κινεῖν ἐπισταμένους, ἀλλὰ μήτε κυνῶν ὑλακὴν ἀκούεσθαι, εἰ μὴ λίαν καταγέλαστον εἰπεῖν, ὡς γοῦν ἐν συφεῶσι καὶ μάνδραις. τὰ γὰρ τῶν ῾Ρωμαίων στρατεύματα, οὐ τοσαῦτα διαμεμενηκότα ὁπόσα τὴν ἀρχὴν ὑπὸ τῶν πάλαι βασιλέων ἐξεύρηται, ἐς ἐλαχίστην δέ τινα μοίραν περιελθόντα ,οὐκέτι τῷ μεγέθει τῆς πολιτείας ἐξήρκουν. δέον γὰρ ἐς πέντε καὶ τεσσαρά- κοντα καὶ ἑξακοσίας χιλιάδας μαχίμων ἀνδρῶν τὴν ὅλην ἀγεί- ρεσθαι δύναμιν, μόλις ἐν τῷ τότε εἰς πεντήκοντα καἰ ἑκατὸν περιειστγ́ͅκει. καὶ τούτων αἰ μὲν ἐν Ἰταλίᾳ π̓πάχατο, αἰ δὲ κατὰ τὴν Διβύην, π̔́εραι δὲ ἐν Ἱσπανίᾳ ,καὶ ἄλλαι περὶ τοὺς Κόλχους, καὶ ἄλλαι κατὰ τὴν Ἀλεξάνδρου καὶ Θήβην τὴν Αι’γυπτιαν. ἐκάθηντο δὲ ὀλίγοι κ· αἰ πρὸς τὰ ἰωὰ τῶν ὅρια· οὐ γὰρ δήπου ἔδει ἐκεῖσε πλειόνων διὰ τὰς σπονὸὰς καὶ τὸ βέβαιον τῆς ἐκεχειρίας. ὧδέ πως ἄρα ἐς βραχύτατον μέρος περιέσταλτο τὰ πλήθη καὶ ὑπετέτμητο τῇ τῶν κρατούν- κρατούντων ὀλιγωριᾴ.