Ancient Greek · ~11 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 15.1-2
Not analysed yet
ιε'. Ἅμα γὰρ τῷ ἦρι ἀρξαμένῳ παρῆν ὁ Ναχοραγὰν ἐς Μουχείρισιν, καὶ αὐτίκα τά τε στρατεύματα ἤθροιζε, ἤθροιζε, καὶ πλείστη ὅσῃ χρώμενος προθυμίᾳ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο. τοιγάρτοι καὶ οἱ Ῥωμαῖοι ἀμφὶ τὴν Νῆσον ἀγειρόμενοι παρεσκυάζοντο, καὶ τὰ τῆς κρίσεως εἰκότως ἀνεκόπτετο. τί γὰρ ἂν αὐτοῖς ὲν τῳ τότε προυργιαίτερον κατεφάνη τῆς περὶ τὸν πόλεμον εὐκοσμίας; ἤδη δὲ καὶ ὁ Πάθης ἅμα Σωτηρίχῳ τῷ στρατηγῷ ἐκ Βυζαντίον ἀφῖκτο, τήν τε πατρῴαν ἀρχὴν καὶ ταύτης παράσημα πρὸς τοῦ βασιλέως ῾Ρωμαίων, ἧπερ ἐκ παλαιοῦ νενόμισται, δεδεγμένος. εἰσι δέ γε ταῦτα στέφανος χρυσοῦς λιθοκόλλητος, καὶ χιτώνιον ποδῆρες ὑπόχρυσον, πέδιλά τε κοκκοβαφῆ, καὶ μίτρα ὁμοίως χρυσῶ τε καὶ λίθοις πεποικιλμένη. χλαμύδα δὲ ἁλουργῆ τοῖς βασιλεῦσι τῶν οὐ θέμις ἀμπίσχεσθαι, λευκὴν δὲ μόνον· οὐ μέντοι παντάπασί γε κοινὴν οὕτω καὶ εἰθισμένην, ἀμφὶ γὰρ τὸ μεσώτατον ἐκείνη χρυσῷ ὑφάσματι ἑκατέρωθεν καταλάμπεται. βασιλικὸν δὲ κὼ τὸ ἐμπερόνημα τῆς χλαμύδος, λίθοις τε ἐκκρεμέσι καὶ τῇ ἄλλῃ κατασκευῇ διαπρέπον. ἐπιβάντα δὴ οὖν τὸν πάθην τῆς ὑπηκόου καὶ τῇ βασιλείῳ στολῇ κεκοσμημένον, αὐτίκα οἱ τε στρατηγοὶ καὶ ὀπὰς ὁ τῶν ῾Ρωμαίων στρατὸς δεξιούμενοί τε καὶ τὰ εἰκότα γεραίροντες προηγοῦντο, ἐξωπλισμένοι ὡς εὐπρεπέστατα, καὶ ἔπι· τῶν ἵππων οἱ πλεῖστοι ὀχούμενοι. οἱ δὲ Λαζοὶ ἐς τὸ χαῖρον μεταβαλόντες, καὶ μόλις τῆς ἀνίας, στοιχηδόν οἱ παρωμάρτουν, σάλπιγγές τε πανταχόθεν ἐπήχουν, καὶ τὰ σημεῖα ἐς ὕψος ἐπῆρτο. καὶ ἦν ἥ πομπὴ φαιδρά τε ἐπιεικῶς καὶ γαυροτάτη, καὶ πλέον ἢ κατὰ Λαζῶν βασιλείαν ἐξωγκωμένη. Τζάθης μὶν οὖν ἐς τὴν ἀρχὴν καταστὰς, ἔταττεν ἕκαστα τολοιπὸν, καὶ διεκόσμει τὸ ὁμόφυλον, ὡς αὐτῷ τε ἦν βουλομένῳ, καὶ ὁ πάτριος ὑπηγόρευεν τρόπος. Σωτήριχος δὲ ὁ στρατηγὸς αὐτίκα εἴχετο τῆς πορείας, ἐφ᾿ ᾗπερ καὶ ἔσταλτο. χρυσίον γὰρ ἐκ βασιλέως ἐκόμιζεν, ἐφ’ ᾧ τοῖς προσοίκοιςβαρβάροις κατὰ τὸ ξυμμαχικὸν διανέμοι ,εἰθισμένον γε τοῦτο ἐκ πλείστου καὶ ἀν’ ἔτος γιγνόμενον. εἴποντο δὲ αὐτῷ καὶ τῶν παίδων οἱ πρεσβύτεροι, Φιλάγριός τε καὶ Ῥωμύλος, ὡς ἂν εὐθὺς ἀφ’ ἱστίας μοχθεῖν ἐν δέοντι παιδευθεῖεν, ἐπεὶ καἰ ἐς ἥβης μέτρον ἤδη ἄμφω ἐληλυθέτην, καὶ ἤστην οἴω διαπονεῖσθαι. ὁ γὰρ δὴ τρίτος αὐτῶν, Εὐστράτιος, ἐν Βυζαντίῳ ἐλέλειπτο, νέος γε ὢν ἔτι κομιδῆ̣, καὶ ἄλλως τὸ σῶμα οὐ ῥωμαλέος. ὡς δὲ ἐς τὴν τῶν καλουμένων Μισιμιανῶν χώραν ὁ Σωτήριχος ἀφίκετο, οἱ δὴ κατήκοοι μὲν τοῦ βασιλέως τῶν Κόλχων τυγχάνουσιν ὅντες καθάπου καὶ οἱ Ἀψίλιοι, γλώττη δὲ ὅμως χρῶνται ἀποκεκριμένῃ καὶ νόμοις ἑτέροις· εἰσὶ δὲ τούτου δὴ τοῦ Ἀψιλίων γένους βορειότεροι, καὶ τετραμμένοι ἠρέμα ἐς ἥλιον ἀνιόντα. ἐπειδὴ οὖν ἐς τούσδε παραγέγονεν, ἔννοιά τις αὐτοὺς εἰσῆλθεν, ὡς ἄρα ἕν τι τῶν σφετέρων φρουρίων ἀμφ’ αὐτὰ δὴ τὰ Λαζῶν ὅρια ἱδρυμένον, ὃ δὴ Βούχλοον ὀνομάζουσιν, τοῦτο δὲ ὅγε βούλοιτο τοῖς Ἀλανοῖς καταπροέσθαι, ὡς ἂν οἱ τῶν ἐθνῶν πρέσβεις τῶν ἀπωτέρω οἰκούντων, αὐτοῦ ἀγειρόμενοι, τὸν μισθὸν ἀποφέροιντο, καὶ μηκέτι ἀνάγκη τις εἴη τῷ τὰ χρήματα παρεχομένῳ τὰς τοῦ Καυκάσου περινοστεῖν ὑπωρείας, καὶ αὐτὸν ἐπ’ ἐκείνους ἰέναι.