Ancient Greek
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 16-2
Not analysed yet
ις΄. Ταῦτα δὴ οῖ Μισιμιανοὶ εἴτε γνόντες, εἴτε καὶ ὑποτοπήσαντες, στέλλουσιν ἄνδρας δύο τῶν παρὰ σφίσι λογίμων, Χάδον ὄνομα καὶ Θυάνην. οἱ δὲ εὑ ρόντες αὐτὸν ἀγχοῦ που ἐκείνου δὴ τοῦ ἐρύματος ἐναυλιζόμενον, καὶ πλέον ἐς τὴν δόκησιν ἐπιῤῥωσθέντες, „ἀλλ᾿ οὐ δίκαια δράσειν ἡμᾶς” ἔφασαν „ὦ στρατηγὲ, διενοήθης· χρὴ γάρ σε μηδὲ ἄλλῳ τῳ ἐφιέναι τὰ ἡμέτερα παραιρουμένῳ, μήτι γε καὶ αὐτὸν οὕτως ἐθέλειν. εἰ δέ σε ὡς ἀληθῶς μὴ ταῦτα ἀρέσκει, ἄγε ὅπως ἐνθένδε ὡς τάχιστα μεταβὰς, ἐν ἑτέρῳ ἀποδιατρίψεις χωρίῳ, καί σε ἐπιτήδεια ἥκιστα ἐπιλείψουσιν, ἀλλ᾿ ἡμεῖς ἅπαντα οἴσομεν. ἐνταῦθα γάρ σοι οὐ μενετέα παντάπασιν, οὐδὲ ἀνεξόμεθά σου μέλλοντος ἐς τόδε καὶ σκηπτομένου.” οὕτω δὲ αὐτῶν αὐθαδιαζομένων, οὐκ ἀνεκτὰ ἡγησάμενος ὁ Σωτήριχος, εἰ τοῖς τῶν Κόλχων κατηκόοις ἐξείη κατὰ ῾Ρωμαίων θρασύνεσθαι τῶν ὑφ᾿ οὓς οἱ Κὸλχοι τετάχαται, παρακελεύεται τοῖς ὀπαδοῖς παίειν αὐτοὺς αἷς ἐπεφέροντο βακτηρίαις. οἱ δὲ καθίκοντο αὐτῶν ἀφειδῶς, καὶ ἐς τοὐπίσω ἡμιθνῆτας ἀπέπεμψαν. τούτου δὲ γεγενημένου, Σωτήριχος μὲν ᾤετο μηδὲν ἀντίπαλον ἔσεσθαι, ἀλλ᾿ ὥσπερ ἀμέλει οἰκέτας οἰκείους ἡμαρτηκότας διαχειρισάμενος, καὶ οὐδὲν ὁτιοῦν εὐλαβητέον αὐτῷ, ἔμενέ τε κατὰ χώραν, καὶ εἶτα, νυκτὸς ἐπιγενομένης, ἐκάθευδε σφόσρα ἀδεῶς καὶ ἀφυλάκτως· οὕτω δὲ οἵ τε παῖδες καὶ οἱ δο- ρυφόροι καὶ ὁπόσον ἄλλο αὐτῷ θητικὸν εἵπετο ἥ καὶ δοῦλον, ἐκμελέστερον καὶ οὗτοι ἅπαντες ἢ ὡς ἐν πολεμίων κατεσκηνημένοι, ἀνεπαύοντό. ἐν τούτῳ δὲ οἱ Mισιμιανοὶ ,τὴν ὕβριν οὐκ ἐνεγκόντες, ἐπιφοιτῶσιν αὐτοῖς καρτερώτατα ἐξωπλισμένοι, καὶ αὐτίκα ἐπὶ τὸ δωμάτιον χωρήσαντες, οὗ δὴ ὁ στρατηγὸς ἀνεκέκλιτο ,κατακτείνουσι προτέρους τοὺς παρεναστῆρας τῶν θεραπόντων. θορύβου δὲ, ὥσπερ εἰκὸς, καὶ πατάγου πολλοῦ κινηθέντος, ξυναίσθησις μὲν τοῦ κακοῦ αὐτῷ τε Σωτηρίχῳ καὶ τοῖς ἀμφ᾿ αὐτὸν ἅπασιν ἐγίγνετο· καὶ τοίνυν ὑπὸ δέους ἐκ τῶν εὐνῶν ἀνεπάλλοντο, ἔτι δὲ τῷ ὕπνῳ καρηβαροῦντες καὶ παρειμένοι, ἀμύνεσθαι αὐτοῖς οὔ τι μάλα παρῆν οἱ μὲν γὰρ ταῖς σισύραις τὼ πόδε περιελιττόμενοι ,εἴργοντο τῆς πορείας, οἱ δὲ καὶ ἤδη ἐπὶ τὰ ξίφη ὁρμήσαντες, καὶ σχεδιάζειν πειρώμενοι τὰ πολέμια ,ἀλύοντες ἦσαν οἰκτρότατα οἶα ἐν σκότῳ καὶ ἀπορίᾳ, ἔστε τοὺς τοίχους περιῤῥηγνύμενοι, καὶ ὅπη ἐτύγχανον κείμενα τὰ ὅπλα ἐπιλελησμένοι· ἔνιοι δὲ αὐτῶν καὶ τῷ ἤδη ξυνειλῆφθαι ἀπειρηκότες, οὐδενότι ἐμηχανῶντo, ἐβόων τε μόνον ἄλλος ἄνλλοθι καὶ ὠλοφύροντο, οὐκ ἔχοντες ὅ, τι καὶ δράσαιεν. οὕτω δὲ αὐτῶν καταπεπληγμένων, ἐπεισπεσόντες οἱ βάρβαροι αὐτόν τε Σωτήριχον κατακτείνουσι καὶ τοὺς παῖδας καὶ πρός γε ξύμπαντας τοὺς ἄλλους, πλὴν εἰ μή τις ἔκ τινος τυχὸν ἁλάμενος ὀρσοθύρης ἢ καὶ ἑτέρῳ ὁποίῳ δὴ τρόπῳ λαθὼν διεσώθη. ταῦτα δὲ δράσαντες οἱ ἀλιτήριοι, ἐσκύλευσαν τοὺς κειμένους, τά τε ἄλλα ὁπόσα ἐπήγοντο κτήματα, καὶ πρός γε τὸ βασιλέως ἀφελόμενοι χρύσιον, καθάπερ τινὰς πολεμίους ὡς ἀληθῶς, ἀλλ’ οὐχὶ φίλους τε καὶ ἀπεκτονότες.