Ancient Greek · ~12 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 15.1-3
Not analysed yet
ιε'. Ἐν τούτῳ δὲ Ἰουστῖνος ὁ Γερμανοῦ ἕνα τῶν ἀμφ’ αὐτὸν ταξιάρχων ἄνδρα οὖννον τὸ γένος ,Ἐλμινζοὺρ ὄνομα, ἔστειλεν ἐκ τῆς Νήσου ἐς τὴν Ῥοδόπολιν ἅμα δισχιλίοις ἱπ- πόταις. ἥδε δὲ ἡ Ῥοδόπολίς ἐστι μὲν πόλισμα Κολχικὸν, ὑπὸ περσῶν δὲ ὅμως ἐν τῷ τότε κατείχετο ,ἑλόντος αὐτὴν πολλῷ ἔμπροσθεν χρόνῳ τοῦ Μερμερόου, καὶ φρουρὰν περσικὴν ἐγκαταστήσαντος. ταῦτα δὲ ὁποῖον τινα κατείργαστο οὔ μοι εἰρήσεται, ὡς δὴ Προκοπίῳ τῷ ῥήτορι σαφῶς ἀναγεγραμμένα. ἐνταῦθα δὴ οὖν τῷ Ἐλμινζοὺρ ἀφιγμένῳ αἴσια τις ξυνελάβετο τύχη. ἐτύγχανον γὰρ οἵ τε τῶν περσῶν φρουροὶ, οὕτω ξυνενεχθὲν ,ἐκτός που τοῦ ἄστεος διατρίβοντες, καὶ τὸ πλῆθος τῶν οἰκητόρων ἄλλος ἄλλοθι διεσκεδασμένοι. τοιγάρτοι ἀκονιτὶ παρελθὼν εἴσω ,γᾶι τὴν πόλιν παραστησάμενος, ὁ δὲ καὶ τὴν περιοικίδα κατέδραμεν· καἰ ὅσην μὲν Περσικὴν εὗρεν ἀπόμοιραν ,τούτους δὴ πανωλεθρίᾳ διέφθειρε, τὸ δὲ ἰθαγενὲς ἅπαν καὶ ἐπιχώριον ,ἐπειδὴ αὐτοὺς διέπω τῷ ὀθνείῳ δέει μᾶλλον ἢ τῇ σφῶν ἀπιστίᾳ μηδίσαντας, ἐνοικεῖν αὖθις τῇ οἰκείᾳ ἐφῆκε πατρίδι, ὁμήρους τε λαβὼν ἐς τὸ πιστότερον, καὶ ἕκαστα ἐν δέοντι κρατυνάμενος. οὕτω τε αὐθις ἡ Ῥοδόπολις ἐς τὰ πρότερα ἐπανῆκτο, στέργουσά τε τὰ πάτρια νόμιμα, καὶ βασιλεῖ τῷ Ῥωμαίων ὑποκλινομένη. τούτου μὲν οὖν τοῦ θέρους οὐδέν τι ἄλλο ἐπράχθη ὁποῖον καὶ ἐς λόγου φέρεσθαι μνήμην. τοῦ δὲ χειμῶνος ἐπιλαβομένου ,οἱ μὲν πέρσω εὐθὺς μετανίσταντο, καὶ ἐπανῄεσαν ἔς τε τὸ Κο- τάϊσιν καἰ τὴν Ἰβηρίαν, ὡς δὴ ἐνταῦθα διαχειμάζειν βονλόμενοι, χαίρειν πολλὰ εἰπόντες τῇ πρὸς Mισιμιανοὺς ἐπικουρίᾳ· οὐ γὰρ ἔννομον αὐτοῖς οὐδὲ πάτριον κατ᾿ ἐκεῖνο τοῦ και- ροῦ ἐς ἐκδήμους στρατείας διαπονεῖσθαι. οἱ δὲ Ῥωμαῖοι τῶν ἐφεδρευόντων ἀπαλλαγέντες, καὶ δὴ τῆς προτέρας εἴχ́οντο αὖθις πορείας. γενομένοις δὲ αὐτοῖς ἀμφὶ τὸ φρούριον τὸ Τιβέλεος, οὕτω καλούμενον, ὃ δὴ τήν τε τῶν Mισιμιανῶν χώραν καὶ Ἀψιλίων διορίζει καὶ ἀποτέμνεται, ἐφίσταται ὁ Mαρτῖνος, ἐφ᾿ ᾧ ἐς τὰ λοιπὰ ἡγεῖσθαι καὶ ἅπαν τὸ στράτευμα διατάττειν. ἀλλὰ νόσος τις αὐτῷ ἐνσκήψασα μοχθηρὰ πάρει λετο καὶ ἀνέχοψε τὴν προθυμίαν. καὶ ὁ μὲν αὐτοῦ ἐμεμενήκει, ὡς ὀλίγῳ ὕστερον ἐπὶ τὴν Κολχίδα γῆν ἐπανήξων καὶ τὰ ἐκείνῃ πολίσματα. οἱ δὲ καὶ ὣς ἀνὰ τὰ πρόσω ἐχώρουν, ὑπὸ τοῖς προτέροις πάλιν ἀγόμενοι ἡγεμόσιν. πρῶτα μὲν οὖν ᾠήθησαν χρῆναι ἀποπειρᾶσθαι τῶν Mισιμιανῶν, εἴ που ἄραι ἐθελούσιοι ἐς τὸ σῶφρον μεταβάλοιεν, καὶ τοὺς οἰκείους ἄρχοντας ἐπιγνόντες, μπαμελήσοι αὐτοῖς τότε γοῦν τῶν ἡμαρτημένων, καὶ σφᾶς τε αὐτοὺς τοῖς Ῥωμαιοις ἐγχειρίσαιεν, καὶ τὰ χρήματα ὁπόσα τὸν Σωτήριχον ἀφείλοντο ,ἀλλὰ καὶ ταῦτά γε ἀποδοῖεν. καὶ τοίνυν ἐκ τοῦ Ἀψιλιων γένους λοχίμους ἄνδρας, ὡς οἷόν τε ἦν, ἀπολεξάμενοι, στέλλουσιν ἐς ταῦτα πρεσβευσομένους. οἱ δὲ Mισιμιανοὶ τοσούτῳ ἐδέησαν τῆς ὠμότητος ὑφελεῖν καὶ τοῖς ἐπιγιγνομένοις τὸ τοῦ φθάσαντος ἄτοπον μετακοσμῆσαι, ὥστε ἀμέλει οἱ ἀθέμιστοι καὶ ἐναγεῖς καὶ κακοδαίμονες καὶ ἅπαν ἄλλο ἄξιοι ἀκούειν ὅ, τι ἄν τις αὐτοὺς νεμεσῶν ἀποκαλέσοι ,παρωσάμενοι καὶ ἐμπατήσαντες τὰ κοινὰ τῶν ἁπάντων ἀνθρώπων νόμιμα ,τοὺς πρέσβεις ἀθρόον ἀπέκτειναν ,καὶ ταῦτα Ἀψιλίους γε ὄντας ὁμοδιαίτους καὶ ἀγχιτέρμονας, καὶ ὧν μὲν ἐπεκάλουν ἐκεῖνοι Ῥωμαίοις τε καὶ Σωτηρίχῳ οὐπώποτε μετειληχότας, παραίνεσιν δὲ φιλίαν ἐς τὸ συνοῖσον ἄγουσαν οὐ ξὺν χαλεπότητι ἀπαγγείλαντας.