Ancient Greek · ~13 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 16.1-2
Not analysed yet
ις΄. Οὕτως ἄρα ἐκ παρανοίας τὸ πρότερον καὶ ἀνοσίων ἔργων ἀρξάμενοι, τῶν αὐτῶν εἴχοντο διαπαντὸς ἐγχειρημάτων, ἢ καὶ πολλῷ ἀνοσιωτέρων. καὶ γὰρ ἐγνωσμένον αὐτοῖς ὡς οἱ Πέρσαι ἀπιόντες ᾤχοντο ,καὶ κατὰ τὸ ξυγκείμενον οὐκ ἐπαμὐνονσιν, ἀλλὰ, τῇ τῶν τόπων δυσχωρίᾳ πεποιθότες, καὶ τῷ οὔνποτε δυνήσεσθαι τοὺς ῾Ρωμαίους παραμείψασθαί τε αὐτὴν καὶ ὑπερβαλέσθαι ,οἱ δὲ τὰ δεινότερα ἔδρασαν. ἔστι γάρ τι ὄρος προβεβλημένον τῆς χώρας, αἰπὺ μὲν οὐ λίαν, οὐδὲ ἔπιμέγα ἠρμένον, ἄναντες δὲ σφόδρα καὶ ὄρθιον, καὶ πέτραις ἀποτόμοις ἑκατέρωθεν πεπυκνωμένον· βραχεῖα δὲ ὁδὸς ἐν μέσῳ καὶ ἀτριβὴς ὑποφαίνεται, καὶ ὁποία μηδὲ ἑνὶ ἀνδρὶ ἀδεέστερον πορευομένῳ βατὴ εἶναι ῥᾳδίως καὶ εὐεπίδρομος, ὡς εἴγ8 τις ἐπιστὰς τῇ ἀκρωνυχίᾳ διακωλύοιτοὺς ἐπιόντας, μήποτε διαβήσεσθαι πολεμίους ,μηδὲ εἰ πλῆθος εἶεν ἀνάριθμον, μηδὲ εἰ κοῦφοι ἅπαντες καὶ εὐσταλεῖς, ὁποίους φασὶ τοὺς Ἰσαύροῦς. τούτῳ δὴ οὖν τῷ χώρῳ πίσυνοι, ἐς ἀπόνοιαν ἐτράποντο βιαιοτάτην. ἀλλ᾿ οἱ Ῥωμαῖοι ,τοῦ μιάσματος ἀπηγγελμένου, ἐν ὀργῇ ἐποιήσαντο τὸ γεγενημένον. καὶ δὴ τῶν βαρβάρων μελλόντων ,καὶ οὔπω φρουρὰς τῷ λόφῳ καταστησάντων, προτερήσαντες κρατοῦσι τῆς ἄκρας ῥάχιας, καὶ οὐδενὸς εἴργοντος ὑπερβάντες, ἐς τὰ ἱππάσιμα τῆς χώρας ἅπαντες καὶ ἀναπεπταμένα παρῆλθον πεδία. οἱ δὲ Mισιμιανοὶ ἐπειδὴ τῆσδε διήμαρτον τῆς ἐλπίδος ,αὐτίκα τὰ πλεῖστά γε καὶ περιττὰ τῶν σφετέρων φρουρίων ἐμπρήσαντες, ὡς οὐχ οἶόν τε ὂν ἅπασιν ἀρκέσαι, ἐς ἕν τι μόνον, ὅπερ ὀχυρώτατον αὐτοῖς ἐδόκει, ἅπαντες ξυνελέγοντο. τοῦτο δὲ Τζάχαρ μὲν ἐκ παλαιοῦ ὀνομάζεται, Σιδηροῦν δὲ αὐτὸ διὰ τὸ στεῤῥόν τε καὶ ἀνάλωτον ἐπίκλην ἀποκαλοῦσιν. ὀλίγοις δέ τισι τῶν Ῥωμαιων καὶ οὐ πλέον ἢ τεσσαράκοντα ἱππεῦσι ξυνηθροισμένοις, (ἦσαν δὲ οὐ τῶν πολλῶν, ἀλλ᾿ ἔξοχοι ἐς τὰ μάλιστα, καὶ τάγμασιν ἐφεστηκότες,) τούτοις δὴ οὖκ ἀποκριδὸν τοῦ ἄλλου ὁμίλου πορευομενοις, ἐπιφοιτῶσιν ἄνδρες τῶν Μισιμιανῶν ἐς ἑξακοσίους, πεζοὶ ἅμα καὶ ἱππόται, οἰόμενοι ἅπαντας τῷ πλήθει ζυλλαβοντες ῥᾳδίως διαχειριεῖσθαι. οἱ δὲ τῇ τῶν πολέμων ἐμ- πειρίᾳ ἐς γεώλοφόν τι ἀναδραμόντες, ἀρετῆς ἐπεδείκνυντο ἔργα καὶ ἦν ἐπιπολὺ ἡ μάχη καρτερὰ καὶ ἀμφίβολος, τῶν μὲν κύκλωσιν τινα ποιήσασθαι πειρωμένων, τῶν δὲ Ῥωμαίων νῦν μὲν ἀθρόον ἐπεισπηδώντων, ὡς καὶ διασπᾷν καὶ ἀναταράττειν ἅπασαν τὴν φάλαγγα τῶν πολεμίων, νῦν δὲ αὖθις ἀναθεόντων καὶ ἐν τῷ ἀσφαλεῖ γιγνομένων. ἐν τούτῳ δὲ τῆς ἄλλης στρατιᾶς ἄνωθεν ἐξ ὑπερτέρου τινὸς ορους ἐπιφανείσης, ἐνέδραν εἶναι καὶ δόλον οἱ βάρβαροι τὸ χρῆμα ὑποτοπήσαντες, εὐθὺς ἔφευγον προτροπάδην. ἀλλ’ ὁ τῶν Ῥωμαίων στρατὸς, (ἐτύγχανον γὰρ ἤδη ἅπαντες ἀλλήλοις ἐνέκειντο μάλα διώκοντες, ἴως τοὺς πλείστους πολεμίους ἀπέκτειναν, ὡς μόνους ἐκ τοσούτων ὀγδοήκοντα ἄνδρας ἐς τὸ Σιδηροῦν ἐκεῖνο φρούριον ἀποσωθῆναι. εἰ μὲν οὖν αὐτίκα ὅπως εἶχον ὁρμῆς οἱ Ῥωμαῖοι ἐπῆλθον τῷ ἐρύματι ,καταπεπληγμένων τῶν βαρβάρων τοῖς ξυνενεχθεῖσιν, πάντως ἂν, οἶμαι, αὐτοβοεί γε ἅπαντας εἷλον, καὶ αὐθημερὸν ὁ πόλεμος ἐτελεύτα. νῦν δὲ τῷ μὴ παρεῖναι αὐτοῖς στρατηγὸν τῶν ὀνομαστοτάτων, δυνάμει τε καὶ φρονήματι προὔχοντα, ἴσους δὲ σχεδὸν τι ἅπαντας καθεστάναι, ὡς καὶ ἀντεγκαλεῖν ἀλλήλοις τυχὸν καὶ ἀντιπαρακελεύεσθαι, καὶ ὁποῖα ἀττα τις φήσειεν τοιάδε ἐπαΐειν, ἀτελῆ καὶ οὐ λίαν ἀξιέπαινα ὑπῆρχε τὰ ἐγχειρήματα. ἐς γὰρ διάφορόν τινα γνώμην μεμερισμένοι, καὶ τοὺς μὲν τοῦτο, τοὺς δὲ ἄλλο τι ἀρέσκον, ἐρέσκον, ἐπράσσετο οὐδὲ ὁπότερον τῶν βεβουλευμένων· ἕκαστος δὲ χαλεπαίνων, ὅτι μὴ τὸ οἰκεῖον ἐνίκα, ἐκμελῶς πως καὶ ἀταλαιπώρως προσῄει τοῖς ἔργοις, καὶ μᾶλλον ἥδετο τοῖς ἀποτεύγμασιν, ὡς ἂν ἔχοι μεγαλαυχεῖν ὕστερον καὶ παῤῥησιάζεσθαι πρὸς τοὺς πέλας, καὶ τοῦ ἐνδεοῦς αἰτίαν οὐκ ἄλλο τι ἀποφαίνεσθαι, ἢ το μὴ τά οἱ δόξαντα διαπραχθῆναι.