Ancient Greek · ~12 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 16.1
Not analysed yet
ις΄. Ἦν γὰρ ὁ Ναρσῆς ἔμφρων ἐς τὰ μάλιστα καὶ δραστήριος, καὶ δεινὸς ἁρμόσασθαι τῷ παρεμπίπτοντι, καὶ παιδείας μὲν αὐτῷ οὔ τι μάλα μετῆν, οὐδὲ τὰ τῆς εὐγλωττίας ἐπεφρόντιστο, φύσεως δὲ ὅγε δεξιότητι διέπρεπε, καἰ παραστῆσαι οἶός τε ἦν λόγῳ τὰ βεβουλευμένα· καὶ ταῦτα τομίας γε ὢν, καὶ ἐν τοῖς βασιλείοις τρυφερώτερον ἀνατεθραμμένος. ἦν δὲ ἅν καὶ τὸ σῶμα βραχὺς, καὶ ἐς ἰσχνότητα ἐκδεδιῃτημένος. τὸ δὲ ἀνδρεῖον καὶ μεγαλουργὸν ἐς τοσοῦτον ἐκέκτητο, ἐς ὅσον ἀμέλει καὶ ἀπιστεῖσθαι. οὕτως ἄρα ὅτῳ ἂν ἐν τῃ ψυχῇ φρόνημα ἐλευθέριόν τε καὶ γενναῖον ἐνῇ, τούτῳ δὲ οὐδὲν ὁτιοῦν κώλυμα γίγνεται, μὴ οὐχὶ εἶναι ἀρίστῳ. τότε δὴ οὖν ὁ Ναρσῆς παρελθὼν ἐς μέσον τῆς στρατᾶς, ἔλεξε τοιάδε. Τοῖς μὲν εἰθισμένοις ἑκάστοτε τῶν πολεμίων κρατεῖν, καὶ δία παντὸς αἰσίων πειρᾶσθαι τῶν ἔργων, τούτοις εἴ γέ τι καἰ πρὸς βραχὺ μὴ καθόσον οἴονται χρῆναι συμπέσοι, παραιρεῖται τὸ χαῖρον εὐθὺς, καὶ τὰς ἐλπίδας ἀμβλύνει. ἐγὼ δὲ προσήκειν οἶμαι τοῖς ἔμφροσιν ἐν ταῖς εὐπραγίαις τῇ τύχῃ μὴ συνεξαίρεσθαι, ἀλλ’ ὡς ῥᾴδιον ὂν μεταβολὴν γίνεσθαι τῶν παρόντων, οὕτως ἀεὶ παρεσκευάσθαι τὰς γνώμας. τοῖς γὰρ ὧδέ πως ἔχουσιν τρόπου, ἥδιστον μὲν εὐτυχία φανεῖται, οὐ σφόδρα δὲ λυπηρὸν εἴπου καἰ παρὰ γνώμην σφαλεῖεν. ὁρῶ τοίνυν ὑμᾶς, ὦ ἄνδρες, πλέον ἢ κατὰ τὸ συμβὰν ἀνιωμένους, καὶ δῆλον ὡς οὐχ ἑτέρωθεν τοῦτο πεπόνθατε, ἢ μόνον τῷ πέρα τοῦ μετρίου μεγαλαυχεῖν τῇ τοῦ νικᾷν συνήθειά, καὶ μηδέποτε διαμαρτεῖν δυνηθῆναι οἰηθῆναι, ὥστε, εἰ τήνδε τὴν δόξαν ἀφέντες μόνον καθ’ ἑαυτὸ σκοπήσοιτε τὸ πραχθὲν, οὐκ ἂν ὑμῖν ὀφθείη τηλικοῦτο δεινὸν, ὁπόσον ἄλλως ἡγεῖσθε. εἰ γὰρ καὶ Φούλκαρις ὁ στρατηγὸς, ἅτε δὴ βάρβαρος, καὶ τὸ προπετὲς ἐπιχωριάζων πρὸς τοσαῦτα πολεμίων πλήθη σὺν ἀκοσμίᾳ διακινδυνεύσας, μετέσχεν ἐκείνων εἰκότως ὧνπερ ἀκόλου- θον ἠν· ἀλλ’ ὑμῖν, ὦ ἄνδρες, οὐδ’ ὣς ἀποκνητέον τὰ νῦν, οὐδὲ τὰ προεγνωσμένα μεταθετέον. αἰσχρὸν γὰρ, εἰ Γότθων μὲν οἱ περιόντες, καὶ ταῦτα τοῦ γένους αὐτοῖς διαῤῥυέντος, οἱ δὲ καὶ συμμαχίας ἐπάγονται, καὶ μείζους ἡμῖν ἐγείρουσι πόνους, καὶ οὐ παντελῶς ἀπειρήκασι πρὸς τὰς τύχας, ἡμεῖς δὲ νῦν ἡττῆσθαι μόνον ὑποτοπήσαντες τῷ μὴ σφόδρα νενικηκέναι, καταπροήσομεν τῶν προϋπαρξάντων τὴν εὔκλειαν, τὴν προθυμίαν. καίτοι χαίρειν ἡμῖν μᾶλλον προσήκει ἐπὶ τῷ γεγενημένῳ. ἐν τούτῳ γὰρ οἶμαι τὸ ὑπερβάλλον τῆς εὐτυχίας κεκόλασται, καὶ τὸ λίαν διαφθονεῖσθαι καὶ τολοιπὸν θαρρεῖν ἡμῖν πάρεστι τοὺς ἀγῶνας, ὡς ἐνθένδε πάλιν νικᾷν ἀρχομένοις. εἰ γὰρ καὶ πλήθει σεμνύνεται τὸ πολέμιον, ἀλλ’ εὐκοσμίᾳ γε κατὰ τὸ μᾶλλον αὐτῶν, ἢν σωφρονῶμεν, φρονῶμεν περιεσόμεθα, μαχούμεθά τε πρὸς ἄνδρας ἐπήλυδας, καὶ τῶν ἐπιτηδείων, ὥσπερ εἰκὸς, ἀποροῦντας, εὖ τούτων ἡμεῖς ἔχοντες· φρούρια δὲ πολλὰ καὶ πόλεις ἀσφάλειαν ἡμῖν, εἴπου δεήσει, παρέξουσι, τοῖς δὲ ταῦτα οὐκ ἔσται. συναγωνιεῖται δὲ καὶ τὸ κρεῖττον ἡμῖν, ὡς σφόδρα δικαίως ὑπὲρ τῶν οἰκείων ἀμυνομένοις. οἱ δὲ τὴν ἑτέρων δῃοῦσιν. οὕτω πανταχόθεν ἡμῖν τὸ μὴ λίαν εὐέλπιδας εἶναι παράλογον, μή τι γε δεδιέναι. οὐκοῦν Λουκανοῖς τε τούτοις μηδαμῶς ἐφῶμεν ἀναπνεῦσαι τῆς πολιορκίας, καὶ πρὸς τὸν ὅλον πόλεμον ἅπας τις ὑμῶν ἐμμελέστατα τῇ προθυμίᾳ παρεσκευάσθω.”