Ancient Greek · ~9 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 17
Not analysed yet
ιζ'. Τοιαῦτα ὁ Ναρσῆς εἰπὼν, ἐθάρσυνέ τε αὐτίκα στράτευμα, καὶ μᾶλλον ἀκριβῆ τὴν πολιορκίαν πρὸς τοὺς Λουκανοὺς ἐποιεῖτο. ἐχαλέπαινε δὲ τοῖς ἄλλοις στρατηγοῖς,, ἀνθ’ ὧν τὰ ἐπίκαιρα χωρία καταλιπόντες, οἱ δὲ ἐς Φαβέντειαν ἐτύγχανον ἀφιγμένοι, καὶ ἐς τοὐναντίον αὐτῷ τὰ τῆς προμηθείας ἐχώρει. ὁ μὲν γὰρ ἀμφὶ Πάρμαν τὴν πόλιν ὥσπερ ἐν προβόλου καὶ ἐρύματος μοίρᾳ τετάχθαι τὰ ξὺν ἐκείνοις στρατεύματα χρῆναι ἡγεῖτο, ὅπως οἱ μὲν κώλυμα εἶεν τοῖς ἐνα- τίοις ἐς τὰ πρόσω ἰέναι, αὐτὸς δὲ κατὰ σχολὴν εὖ μάλα τὰ ἐς Τουσκίαν ἅπαντα καταστησάμενος, εἶτα ἐπ’ αὐτοὺς διαβαίη. νῦν δὲ ἐκείνων πόρρω μεταναστάντων, ξυνέβαινε τοὺς ἀμφὶ τὸν Ναρσῆν προτέρους ἐκκεῖσθαι τοῖς πολεμίοις· οὔκουν ἀνεκτὸν τοῦτο ἡγούμενος, ἔστελλεν αὐτίκα ὡς τοὺς στρατηγοὺς ἄνδρω τῶν οἱ ἐς τὰ μάλιστα ἐπιτηδείων, ᾧ δὴ Στέφανος μὲν ὄνομα ἦν, πατρὶς δὲ πόλισμα Ἰλλυρικὸν ἡ Ἐπίδαμνος, ἐπικερτομήσοντά γε αὐτοὺς τῆς δειλίας, καὶ διελέγξοντα ὡς πεφώραν- τᾶι τὰ κοινὰ καταπροέμενοι, εἰ μὴ αὖθις ἐς τὰ πρότερα ἐπανήφοιεν. Στέφανος μὲν οὖν ἄνδρας ἐς διακοσίους ἱππότας μαχιμωτ άτους καὶ τῇ ὁπλίσει ἄριστα ἐσκευασμένους ἐπαγόμενος, ὡς τάχιστα ᾔει, μόχθῳ δὲ ξὺν πολλῷ καἰ ἀγρυπνίᾳ τὴν πορείαν ἐποιοῦντο. ἀπόμοιρα γὰρ τῶν φαράγγων ἀνὰ τὰ τῇδε πεδία ἐφοίτων, χιλοῦ τε ἕνεκα καὶ τῆς λείας, ἣν ἐκ τῶν ἀγρῶν ἀφῃροῦντο. νύκτωρ τοιγαροῦν οἱ Ῥωμαῖοι τὰ πλεῖστα ἐχώρουν, ξυνεστραμμένοι τε ἐπὶ σφᾶς καὶ ἀλλήλους ὀπισθοφυλακοῦντες, ὡς, εἰ δεήσοι, καὶ διαμάχεσθαι οὐκ ἀπαράσκευοι φανηόμενοι. οἰμωγαὶ δὲ ἠκούοντο τῶν ἀγροίκων, καὶ μυκήματα βοῶν ἀπελαυνομένων, καὶ πάταγοι τῆς ὕλης διατεμνομένης. καὶ τοῖς τοιούτοις δεινοῖς πανταχόθεν παραβομβούμενοι, μόλις ἐς Φαβέντειάν τε καὶ τὸ στρατόπεδον ἵκοντο. τότε δὴ οὖν ἐς ὄψιν ἐλθὼν τοῖς στρατηγοῖς, „τί δὴ ταῦτα,’’ ἔφη ὁ Στέφανος, „ὦ γενναῖοι, πεπόνθατε; ποῦ δὲ τῶν προτέρων ἔργων ἡ εὔκλεια καὶ ἡ τῶν τοσούτων τροπαίων ὁμολογία; πῶς δὲ ἂν Ναρσῆς Λουκανούς τε ἕλοι, καὶ τὰ ἐντὸς Ἄλπεων ἅπαντα παραστήσοιτο, ὑμῶν γε μονονουχὶ ὡσπερ ἐν ξυνθήκαις διόδον τοῖς πολεμίοις παρασχομένων, καὶ ἐφέντων αὐτοῖς, οἷ βούλοιντο κατ’ ἔξουσίαν ἰέναι; καὶ ἐγὼ μὲν οὐδέν τι φλαῦρον εἴποιμι ἐς ὑμᾶς, ἄλλος δέ τις ἴσως ἐρεῖ μαλακίαν εἶναι τὸ χρῆμα, καὶ τῶν κοινῇ συνοισόντων ὀλιγωρίαν. εἰ μὴ γὰρ φθάσοιτε θᾶττον ἐς Πάρμαν ἐπανελθόντες, Ναρσῆς μὲν οὔποτε ἀνήσει καλεπαίνων, καὶ καταιτιώμενος ὑμᾶς τῶν ἐσομένων, εἴ γέ τι ἀντίπαλον ξυνενεχθείη. σκοπεῖτε δὲ, ὦ λῷστοι, ὅπως μὴ καὶ βασιλεὺς νεμεσήσῃ.”