Ancient Greek · ~9 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 17-4
Not analysed yet
ιζ΄. Ἐν τούτοις δὴ οὖν ὄντες, πόῤῥω που τῶν πολεμίων ἢ ὡς ἐν πολιορκίᾳ ἐστρατοπεδεύσαντο· καὶ πρός γε οὐδὲ ἀμφὶ τὸ περίορθρον γοῦν ἰόντες τὰς προσβολὰς ἐν δέοντι ἐποιοῦντο, ἀλλὰ ὄκνῳ εἴκοντες καὶ ῥᾳθυμίᾳ, ὁδοῦ πάρεργα ἡγοῦντο τὰ σπουδαῖα καὶ ἐπικαιρότατα, κατόπιν μὲν τοῦ προσήκοντος καιροῦ ἐπιφοιτῶντες τοῖς ἐναντίοις, πρωϊαίτερον δὲ ἐπανερχόμενοι. αὐτοὺς ἄρξοντά τε ἁπάντων καὶ ἡγησόμενον, ἄνδρα Καππαδόκην μὲν τὸ γένος, ἀξιώματι δὲ στρατηγικῷ ἐκ πλείστου τετιμημένον, ᾧ δὴ ὄνομα ἦν Ἰωάννης, Δακνᾶν δὲ αὐτὸν προσεπωνόμαζον, ἔσταλτο δὲ ἐς Κόλχους οὐ πολλῷ ἔμπροσθεν ἐκ βασιλέως, τὸ ῾Ρουστίκου ἔχων ἐπίταγμα, ἐφ᾿ ᾧ ἕκαστά τε τὰ ποιούμενα ἐς τὸ ἀκριβὲς διαγγέλειν, καὶ τῶν σθαι. οὗτος δὴ οὖν ὁ Ἰωάννης ἐς Μισιμιανοὺς ἀφιγμένος καὶ ἐπιστὰς τῷ τῶν Ῥωμαίων στρατεύματι, ἐυθὺς ἀμφὶ τὸ φρούριον ἅπαντας ἵδρυσε καὶ πολιορκεῖν ἐπειρᾶτο, ἅμα δὲ καὶ τοῖς ἔκτοσθεν διαιτωμένοις ἐπιθέσθαι, καὶ τὸ σύμπαν διαταράξαι. τῶν γὰρ οἰκήσεων αἱ πλεῖσται οὐκ ἐν αὐτῷ δήπου τῷ περιβόλῳ ἐτύγχανον οὖσαι, ἐλλ' ἐπὶ σκοπέλῳ τινὶ ἀγχοῦ παρατεταμένῳ, φάραγγες δὲ ἐν αὐτῷ καὶ πέτραι ἀπεῤῥωγυῖαι, ἐπιπλεῖστον διήκουσαι, δυσπρόσοδα λίαν καὶ ἄπορα τοῖς ὀθνείοις καὶ οὐκ εἰθισμένοις τὰ τῇδε ἅπαντα ἐκτελοῦσιν. τό γε μὴν ἐπιχώριον ἐμπειφίᾳ τῶν τόπων ἔκ τινος στενωτάτης ὁδοῦ καὶ ὑπολανθανούσης, μόλις μὲν καὶ αὐτοὶ καὶ πεπονημένως καταφέρονται δὲ ὅμως, εἴπου δεήσοι, καὶ αὖθις ἀνέρπονυσιν. ὑπὸ δὲ τὸν πρόποδα ἐν αὐτῷ δὴ τῷ χθαμαλῷ καὶ ἡπλωμένῳ πίδακες ποτίμου ὕδατος ἀναβλύζουσιν, ὅθεν ὑδρεύονται οἱ τῷ καολωνῷ ἐνοικοῦντες. τότε δὴ οὖν, (ἐπετήρουν γὰρ οἱ Ῥωμαῖο μαὶοι καὶ ἀπεῖργον τὸ μέρος,) νύκτωρ οἱ βάρβαροι κατιόντες ἠρύοντο. Ἴσαυρος δέ τις ἀνὴρ, Ἰλλοῦς ὄνομα, ἐπὶ τῇδε τῇδε φρουρᾷ τεταγμένος, ἐπειδὴ κατεῖδε πλείστους τῶν Μισιμιανῶν πόῤῥω που τῶν νυκτῶν ἐς τοῦτο καταβεβηκότας, ὁ δὲ ὐποκρυπτόμενος ἡσυχῇ ἔμενε καὶ ξυνεχώρει· ὡς δὲ ἐκεῖνοι τὰς κάλπεις ἐμπλήσαντες ἐπεπορεύοντο, εἵπετο λάθρα ὀ Ἴσαυρος καὶ συνανῄει, ἕως ἐπ' ἄκρου γενόμενος τήν τε τοῦ χω- ρίον θέσιν, ὡς οἷόν τε ἦν ἐν σκότῳ, ἄριστα ἐπεφράσατο, καὶ ὅτι οὐ πλείους ἢ ὀκτὼ ἄνδρες ἐτετάχατο ἐς τὸ κατασκοπεῖν τὴν ἄνοδον καὶ διαφυλάττειν. ταῦτα τοίνυν ἅπαντα καταγνοὺς, αὐτίκα ὑπαναχωρεῖ, καὶ τῷ στρατηγῷ ἕκαστα διαγορεύει. ὁ δὲ ἥσθη τε ἄγαν τῷ ἀγγέλματι, καὶ τῆς ἐπιούσης νυκιὸς ἄνδρας δρας ἑκατὸν ἀπολεξάμενος ἀλκίμους τε καὶ θαῤῥαλέους, ἔστειλεν ἐπὶ τὴν ἐφοδον, κατασκοπήσοντάς τε τὸν χῶρον, καὶ ἐπιθησομένους ὅπῃ παρείκοι εἴρητο δὲ αὐτοῖς, ἐπειδὰν βεβαιότατα ἀναβαῖεν, τῷ τείχει προσβάλλοντος ἑκατέρωθεν τοὺς πολεμίους διακυκηθῆναι.