Ancient Greek · ~10 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 18
Not analysed yet
ιη'. Ταῦτ’ ἀκούσαντες οἱ στρατηγοὶ καὶ Ναρσοῦ εἶναι ἐγνωκότες, ὡς μὲν οὐ δίκαια σφίσιν ἐπικαλοίη, λέγειν οὐκ εἶχον. σκήψεις δέ τινας προίσχοντο καὶ αἰτίας, ὡς ἄρα πρὸς ἀνάγκης μετανασταῖεν, ἅτε οὐκ ἐνὸν ἐν τοῖς περὶ Πάρμαν χωρίοις τῶν ἐδωδίμων τοῖς στρατιώταις ἐς τὸ ἀποχρῶν μεταλαγχάνειν μηδὲ γὰρ παρεῖναι Ἀντιόχον ἐνταῦθα τὸν ὕπαρχον, ᾧ τὰ τοιάδε ἀνεῖται. οὐ μέντοι ἀλλ’ οὐδὲ τὸ χρύσιον τὸ εἰωθὸς αὐτοῖς διανενεμῆσθαι Στέφανος δὴ οὖν ὡς τάχιστα ἐν Ῥαβέννῃ ἀφικόμενος, τόν τε ὓπαρχον ἐνθένδε ὡς τοὺς στρατηγοὺς ἤγαγε, καὶ τὰ ἀμφίβολα ὡς οἷόν τε ἦν ἀκεσάμενος, ἔπεισεν ἅπαντα αὐτίκα παλινδρομῆσαι, καὶ αὖθις πρὸς τὴν πάρμαν στρατο- πεδεύσασθαι. ἐπεὶ δὲ ταῦτα διαπραξάμενος ἐς Λοῦκαν ἐπανῆκε, θαρσεῖν τε ἔφασκε τῷ Ναρσῇ, καὶ σὺν προμηθείᾳ ἔχε- σθαι τῶν πραγμάτων. μηδὲ γὰρ παρενοχλήσειν αὐτῷ τοὺς πολεμίους, ἀλλ’ εἴργεσθαι τὰς ἐκείνων ὁρμὰς, τῶν Ῥωμαϊκῶν αὐτοῖς ταγμάτων έν δέοντι αὖθις ἐφεδρευόντων. Ναρσῆς δὴ οὖν τολοιπὸν οὐκ ἀνεκτὸν εἶναι ἡγούμενος, εἰ μέλλοιεν οἱ Λουκανοὶ ἰπιπλεῖστον ἀντέχειν, οὕτω πως ἀνειμένα πολιορνεμεσήσῃ κούμενοι, ἐπέλαζε τοῖς τείχεσιν ἀφειδῶς· καὶ αὐτίκα αἰ τε ἑλεπόλεις μηχαναὶ προσήγοντο, καὶ ἀνὰ τὰς τύρσεις πυρφόρα ἐῤῥίπτοντο βέλη. οἵ τε ἐς τὰ μεταπύργια φαινόμενοι, ἐβάλλοντο λίθοις τε καὶ τοξεύμασιν καὶ διετέμνετό ἐστιν οὖ ἡ του περιβόλου οἰκοδομία, καὶ ἅπασα ἰδέα κακοῦ περιεστήκει τὴν πόλιν. οἱ μὲν οὖν πρότερον ὁμηρεύσαντες τότε δὴ πλέον ἔπρασσον ἐς τοὺς Ῥωμαίους. καὶ τόγε ἐπ’ ἐκείνοις, τάχιστα ἂν ἅπασα ἡ πόλις ὑπεκλίθη· νῦν δὲ οἱ τῶν Φράγγων ἁρμοσταὶ, οἱ δὴ ἐτύγχανον ἔνδον ἐπὶ φρουρᾷ τοῦ ἄστεος ἐγκαταστάντες, ἐνέκειντο παροτρύνοντες πολεμεῖν, καὶ τοῖς ὅπλοις διωθεῖσθαι τὴν πολιορκίαν. αὐτίκα δὴ οὖν αἵ τε πύλαι ἀνεπετάννυντο, καὶ ἐπεκδρομὰς ἐξαπιναίους ἐς τοὺς Ῥωμαίους ἐποιοῦντο, ταύτῃ οἰόμενοι περιέσεσθαι. ἀλλ’ ἔμελλον οἵ γε δρᾷν μὲν ἐλάχιστα τοὺς πολεμίους, μεγάλα δὲ ἥλικα πημαίνεσθαι. 01 γὰρ δὴ πλεῖστοι τῶν Λουκανῶν ἤδη ἀναπεπεισμένοι ὑΠὸ τῶν ἔνδον πρασσόντων, ἐθελοκακοῦντες ἐμάχοντο. ἐπεί δὲ αὐτοῖς, θαμὰ πεῖ ρωμένοις, οὐδὲν τῶν ἐλπισθέντων προὐχώρει, ἀλλὰ, πολλοὺς τῶν σφετέρων ἀποβάλλοντες, αἰσχράς τε καὶ ἀγεννεῖς ἀναχωρήσεις ἐποιοῦντο, αὐτίς εἴσω τοῦ περιβόλου γενόμενοι ἀκριβέστερον ἐγκατείργοντο, ὡς μηκέτι αὐτοῖς εἶναι ἔξιτητέα· τότε δὴ ἅπαντες ὡς οὐχ οἷον τε ὂν αὐτοῖς ἄλλως σφᾶς αὐτοὺς διασώσασθαι, μετεβάλλοντο πρὸς ἀνάγκης ἐς τὸ εἰρηναῖον τὰς γωώἐπέλαβεν μας, καὶ τὸ παρὸν εὖ διαθεῖναι ἠβούλοντο. καὶ οὖν αὐτίκα τὰ πιστὰ κομισάμενοι πρὸς Ναρσοῦ, ὡς οὐδὲν αὐτοῖς τῶν προγεγενημένων ἕνεκα ὀργιεῖται, τήν τε πόλιν παρέδοσαν, καὶ εἰσεδέχοντο ἄσμενοι τὸν στρατὸν, τριῶν ἤδη μηνῶν ἐν τῇ πολιορκίᾳ τριβέντων, καὶ ἦσαν αὖθις βασιλέως τοῦ 'Ρωμαιων κατήκροι.